Ancient Greek
362.4 to 241.1
Hippiatrica, Hippiatrica Berolinensia 362.4-241.1
Unproofread scanNot analysed yet
φασὶ δὲ τινες δεῖν αὐτοὺς ἐν τόπῳ σκοτεινοτέρῳ καὶ ἡσυχίᾳ ἱστάν, ὅπερ Ἀψυρτος λέγει μὴ ὠφελεῖν, ἐκεῖνο μάλιστα πάντων ἐπαίνων, ἅν’ ὅταν αἰσθῆταί τις αὐτὸν ἀρχόμενον μαίνεσθαι, κατακλίνας τοὺς ὀχεὺς ἐπέμνη· παύεσθαι γὰρ αὐτὸν οὕτω τῆς μανίας. ἄλλο. Ἐὰν μαίνεσθαι ἄρξηται ἵππος, τοὺς ὀφθαλμοὺς κοιλοτέρους ἔχει καὶ τοὺς μυκτήρας ὀρθοτέρους καὶ τὰ ὦτα ὀρθά. ἐὰν οὖν ἄρξηται δάκνειν, οὕτω θεραπεύσεις· αἷμα ἀφαιρεῖ καὶ νίτρῳ. εἰ δὲ κατασαπῇ ὁ πόρπαξ, καταπλύνειν ὕδατι ψυχρῷ τοὺς μηροὺς καὶ τὸ ἕλκος καὶ θεραπεύειν φαρμάκῳ ἀπαλῷ. ἀναλαμβανέσθω δὲ καὶ ἀναληπτῖδι ὁ τόπος, καὶ ἰαθήσεται.