Ancient Greek
363.2
Hippiatrica, Hippiatrica Berolinensia 363.2
Unproofread scanNot analysed yet
Εὐμήλου εἰς τὸ αὐτό. 6 Εἴωθε μανία λαμβάνειν ζῷον πολλάκις, νοεῖται δὲ οὕτως· τὸν κλᾶ τὴν φάτνην, δήμασιν ἑαυτὸν κατεσθίει, ἀνθρώποις ἐπέρεται, τὰ ὅσα συνεχῶς κινεῖ, ὀφθαλμοὺς ἐστώτας ἔχει καὶ λάμποντας, πέμπει δὲ καὶ ἀφρόν. τοῦτον ἐπιμελῶς δέσμει καὶ αἷμα ἐκ τῶν σκελῶν καὶ τοῦ σπονδύλου λάμβανε, καὶ τῷ αὐτῷ αἵματι σὺν οἴνῳ τὸ σῶμα ἀπότριβε, καὶ τὴν κοιλίαν καὶ τοὺς προτάφους κεντήμασι πολλοῖς καυτῆρος ἔγκαε. καὶ ἐὰν ἐνόρχης ἐστί, τοῦτον ἐννόηχε. καὶ ἐν τόπῳ σκοτεινοτέρῳ κατακλειστὸν ἔχε, μέχρις οὐδὲ τροφῆς ὀρεχθῇ. καὶ κατ’ ὀλίγον μετὰ τὸ πρᾶον γενέσθαι αὐτὸν θεραπεύσεις οὕτως· κωνείου σπέρματος ὀξυβάφον α’ λελειωμένον μετὰ ὕδατος ξέ. δ’ διὰ στόματος ἐγχυμάτιζε. ὑπαγε δὲ καὶ τὴν κοιλίαν, ὅξει τε ξεστῷ μετὰ ἐλλεβόρου μέλανος λελειωμένον ἐνάλειφε τὴν κεφαλήν, καὶ δέρμασι προβατείους κατάσκεπε. ἔπειτα πήγανον λειώσας, ὁμοίως τὴν κεφαλὴν αὐτοῦ ἐνάλειφε, καὶ στῆκέτω ἐν τόπῳ θερμῷ.