Ancient Greek
432.2 to 363.1
Hippiatrica, Hippiatrica Berolinensia 432.2-363.1
Unproofread scanNot analysed yet
94 Πελαγωνίου εἰς τὸ αὐτό. μέλαν καλλιγραφικόν, κη-κίδας, στυπτηρίαν ἐξ ἴσου κόψας μετὰ ἀξουγγίου, μῖξον καὶ μῆλον φλοιὸν καὶ ὄξους καὶ ἄλός καὶ νίτρον τὸ ἀρχοῦν καὶ ἐπιτίθει. 95 Ἄλλο. σῦκα καὶ σίνπι κόψας, ὄξος τε μετὰ στυπτη-ρίας ὀργᾶς προσβαλὼν ἐπιτίθει. τῇ δὲ τρίτῃ λύσας, εἰ μὴ αἰσθῆ βοηθηθέν, ἀνανέου τὸ βοήθημα, καὶ πάλιν μετὰ τρεῖς ἡμέρας λύε, καὶ ἵνιχα βελτιωθῇ, τὰ ἄρθρα οἴνῳ καταπλύνε καὶ λελυμένον τὸν ἵππον ἀπόλυε. ἀπὸ τῶν σκελῶν καὶ βραχιόνων αὐτοῦ, καὶ τῇ αὐτῇ ἡμέρᾳ μενέτω ἄστος, τῇ ἑξῆς δὲ κατ’ ὀλίγον δίδου, καὶ μετὰ τρεῖς ἡμέρας δίδου νήστει κωνείου γδ α’ μεθ’ ὕδατος συγκεράσας.