Ancient Greek
364.1
Hippiatrica, Hippiatrica Berolinensia 364.1
Unproofread scanNot analysed yet
ἄλλο Ἱπποκράτους. 8 Τῷ λυσσῶντι ἵππῳ παρέπεται σημεῖα τάδε· οἱ ὀφθαλμοὶ προπίπτουσιν ὑφαιμοι, καὶ αἱ φλέβες μετέωροι γίνονται καὶ τὸ σῶμα . . . . καὶ ἀσιτεῖ καὶ ἀγωνιᾷ. θεραπεύειν οὖν χρῆ οὕτως· ἱμάτιον περιβαλὸν εἰς τὸ πρόσωπον, ὥστε μὴ βλέπειν τοὺς προσιόντας, ἀποδήσας |μέσον τὸν αὐχένα, λύσον τὰς φλέβας τὰς πλατείας, καὶ ἄφες ἀπορρεῖν, ἕως οὐ̓ ἐκλυθῇ. εἶτα τὸν αὐχένα λύσας, καὶ στήσας τὸ αἷμα, ἐν ξηρῶδει τόπῳ ποιεῖ ἵστασθαι, καὶ ἕα ἡσυχάζειν, μήτε ψόφου τινὸς μήτε θορύβου ἐκεῖσε γινομένου. εἰς δὲ τὴν ἑσπέραν δίδου πιεῖν ὕδατος χοὰ ἕνα, καὶ τῇ ἄλλῃ ὁμοίως, ὑποστελλόμενος καὶ τὰ σιτία καὶ τὸ ποτὸν ἕως ἡμερῶν τριῶν, εἶτα δίδου τὰ εἰωθότα.