Ancient Greek
364.3
Hippiatrica, Hippiatrica Berolinensia 364.3
Unproofread scanNot analysed yet
ἄλλο Πελαγωνίου. 9 Πρὸ πάντων ὁ τοιοῦτος ἵππος ἐν τόπῳ σκοτεινοτέρῳ ἐστάναι ὀφείλει, καὶ ἀπαλωτέρα τρέφεσθαι τροφῇ, καὶ θεραπεύεσθαι προποτίσματι τοιῷδε· σέλινον χλωροῦ δεσμὴν λελειωμένην, μέλιτος καλοῦ γο δʹ, καρδαμώμου λελειωμένου κυάθον αʹ, οἴνου λευκοῦ κυάθους βʹ, ταῦτα πάντα λειώσας σὺν τῷ οἴνῳ κατὰ τοῦ λαιμοῦ ἕγχει. εἰ δὲ μὴ θεραπευθῇ οὕτως, τὴν κεφαλὴν ὑπόκανσον, καὶ ἀλείμμασι θερμοῖς ἀπόχρισον, ὡς ἐπὶ τῶν ὀπισθοτονικῶν |εἴπομεν. ἕγχρει δὲ καὶ τοὺς ὀφθαλμοὺς κολλυρίῳ.