Ancient Greek
375.1
Hippiatrica, Hippiatrica Berolinensia 375.1
Unproofread scanNot analysed yet
πονηροί. καὶ οἱ ξηρὰν ἔχοντες καὶ θραυομένην καὶ λευκὴν μαλακοὶ καὶ πονηροί. ἐὰν δὲ ἡ κοίλη κάτωθεν, χελιδόνα δὲ μικρὰν ἔχῃ, ἀγαθοὶ καὶ εὐπόδες. οἱ προμήχεις, χελιδόνα δὲ μικρὰν ἔχοντες εὐπόδες καὶ ἀγαθοί· ἐὰν δὲ ἡ χελιδὼν ἡ μακρά, πονηροὶ καὶ ἄχρηστοι. οἱ πινακιοῖοι καὶ χελιδόνα μακρὰν ἔχοντες μαλακοὶ καὶ πονηροί· ἐὰν δὲ ἡ χελιδὼν ἡ μικρά, χρηστοί. 2 οἱ δὲ μέλαιναν ἔχοντες τὴν ὀπλὴν εὐπόδες ,πονηροὶ δέ. οἱ λευκὴν ἔχοντες καὶ ἐν αὐτῇ μελάνας ταινίας εὐπόδες καὶ ἀγαθοί. οἱ στρογγύλην ἔχοντες καὶ ἐκκειροωχότες τὰ κατ’ ὄνυχα τῆς ὀπλῆς μαλακοὶ καὶ πονηροί. οἱ συμφνεῖς κάτωθεν καὶ χελιδόνας μικρὰς ἔχοντες εὐπόδες καὶ ἀγαθοί. οἱ σκαύροι εἰς τὸ ἔντὸς μέρος εὐπόδες, πονηροὶ δέ. οἱ τετράγωνον ἔχοντες τὴν ὀπλὴν καὶ μὴ ὑψηλήν, μέλαιναν δέ, καὶ χελιδόνα μικράν, εὐπόδες. καὶ οἱ περιφερῆ καὶ κάτωθεν κοίλην καὶ μέλαιναν ἀγαθοὶ καὶ εὐπόδες. οἱ κιρρώδεις καὶ μακροὶ καὶ μὴ πλατεῖς, ἀλλὰ προμήχεις ἀγαθοί. οἱ μέλαιναν ἔχοντες καὶ προμήχη πονηροί. 3 οἱ συμφνεῖς καὶ χελιδόνα μικρὰν ἔχοντες μαλακοὶ καὶ πονηροί. οἱ σκαύροι εἰς τὸ ἔκτὸς μέρος μαλακοί, οὐ πονηροὶ δέ. οἱ τὴν ὀπλὴν ταπεινὴν ὁπίσω μαλακοὶ καὶ τὴν χελιδόνα πατοῦσιν. οἱ μέλαιναν ἔχοντες τὴν ὀπλὴν καὶ ἐν ταύτῃ ταινίαν λευκὴν ἀγαθοὶ καὶ εὐπόδες μᾶλλον τῶν τὴν λευκὴν ἔχοντων καὶ μελάνας ταινίας. καὶ ὅσοι προπετῆ τὴν στεφάνην ἔχουσι καὶ ὑπομήχη τὴν ὀπλὴν εὐπόδες, πονηροὶ δέ. καὶ οἱ πλατείαν ἔχοντες τὴν ὀπλὴν, ὀστρακίαν δέ, καὶ χελιδόνα μικράν, <εὐπό-