Ancient Greek
396.4
Hippiatrica, Hippiatrica Berolinensia 396.4
Unproofread scanNot analysed yet
κεφάλαιον ρκς´ περὶ εἰλεώδους. 1 Εἰλεώδες γίνεται, ὅταν εἰς κόρον ἐμπλησθῇ ζῷον καὶ μὴ πέψη. γίνεται δὲ ἐν τῷ κώλῳ ὥσπερ λίθος, καὶ ἔστι κάκιστον τὸ πάθος. ὅταν οὖν συμβῇ τὸ πάθος, ὧσσει ἑαυτό, καὶ διεγείρεται πολλά, καὶ περιπατεῖ, καὶ πάλιν ὕπτει ἑαυτὸ καὶ συστρέφει ἐπὶ τὴν ἄρχιν καὶ τὰς λαγόνας, στενάζει τε διὰ τὴν σύντασιν. τῷ γοῦν τοιούτῳ δεῖ βοηθεῖν οὕτως· ἐναλεῖφειν τὴν χεῖρα καὶ καθιέναι εἰς τὴν ἕδραν, καὶ τὰ παρακείμενα κόπρια ἐκκομίζειν, τὴν τε κύστιν τρίζειν προσηνῶς, ἵνα οὐρήση. οὐδὲ γάρ, ὡς λέγουσι, στρέφεται ἡ φύσα, ἀλλὰ ὁ πόρος ἀποστενοῦται. 2 ἐγχυμάτιζε οὖν, λαβὼν κράμβης χυλόν, ἐλαίου