Ancient Greek
378.1
Hippiatrica, Hippiatrica Berolinensia 378.1
Unproofread scanNot analysed yet
321ᵛ δοις καὶ ἀξουγγίῳ |παλαιῷ ἰδίᾳ καθ’ ἓν καὶ πάλιν ὁμοῦ καταπλασσειν, καὶ περιδεσμεῖν τὰς ὄπλὰς. εἰ δὲ φλεγμαίνοι, φλεβοτομείσθω ἐκ τῶν μεσοκυνίων, καὶ στηκέτω ἐν ἄλῃ, καὶ παρακαιεῖσθω χειμῶνος πυρί, καὶ ὑποβαλλέσθω κόπρῳ ξηρᾷ, ἵνα μὴ κατὰ σκληρῶν ἐπιβαίνων πάσῃ τούς πόδας. ὅταν δὲ ἀφλέγμαντος μείνη, θεραπευέσθω ἔωθεν ἐπὶ ἡμέρας θ’, καὶ ἔνδον ἵστάσθω ἐπὶ κοπρίᾳ, καὶ ἐκεῖ αὐτῷ προσαγέσθω τὸ ποτόν, ὅπως μὴ τῇ ὀδοιπορίᾳ διατρίβηται αὐτοῦ ἡ ὄπλή, ἀλλὰ τῷ ἐκ τῆς κοπρίας ὕπῳ τρεφομένῃ αὐξηθῇ.