Ancient Greek
378.2 to 378.6
Hippiatrica, Hippiatrica Berolinensia 378.2-6
Unproofread scanNot analysed yet
10 περὶ αὐξήσεως ὀπλῆς. χξδ’ 8 Ἀξούγγιον παλαιὸν καὶ σκόροδον καὶ ἄσφαλτον καὶ θεῖον ἄπυρον σὺν πιτσελαίῳ κόψας, ἄλειφε τὴν περιστεφανίδα, καὶ περίκοπτε στρογγυλαίνων. στηκέτω δὲ ὁ ἵππος ἐν τόπῳ ξηρῷ. εἰς τὸ σκληρῶσαι ὀπλὴν. χξε’ 9 Κηρόν, θεῖον ἄπυρον, ὀπίνην, πιτσέλαιον, ἀξούγγιον εἰς 16 ἓν πάντα ποιήσας, ἐπιμελῶς χρῷ. |322ᵛ ἄλλο. χξθ’ 10 Λαβὼν πεύκην λιπαρὰν καὶ διασχίσας ἐνθεῖς τε εἰς αὐτὴν ἀξούγγιον ,καὶ ὑπτιάσας τὰς ὄπλὰς <τὸ ἀπορρέον> 20 ἐπίσταξε εἰς πάντα τὰ ὑποκάτω τῶν ὀπλῶν. καὶ τοῦτο ποιεῖ ἐπὶ ἡμέρας τρισί, καὶ μήτε ὕδατος ἀπέσθω, μήτε ἐν ὑγρᾷ τόπῳ στηκέτω. μετὰ δὲ ἡμέρας ἑξ ἢ ἑπτὰ πάλιν τὸ αὐτὸ ποιεῖ.