Ancient Greek
382.2
Hippiatrica, Hippiatrica Berolinensia 382.2
Unproofread scanNot analysed yet
3 Νόσος ὡς ἐπὶ τὸ πλεῖστον λαμβάνει τὸ ζῷον ἐξ ἀτονίας καὶ καύματος, καὶ ἐν κρύει δὲ τὸ αὐτὸ ὑφίσταται, ἢ ὅτε ἐπειχθὲν μὴ ἀπονηρήση, καὶ εἰ μετὰ ἰδρώτα πίοι, ἢ καὶ ἀπὸ πολλῆς ἀργίας εἰς πολὺν ἐλθὴν δρόμον καὶ ὑπέρτονον γένηται. Θεράπευε οὖν, ἔλαιον εἰς τὸν λαιμὸν ἐμβαλὼν, ἢ στέαρ σὺν οἴνῳ ὁμοίως διδούς. ἀπελάσεις δὲ ψύχος ζῴων, ἐὰν ἐλαίῳ ζεστῷ ἢ στέατι τὰς ψύας αὐτοῦ καὶ τοὺς νεφροὺς καὶ τὴν κεφαλὴν ἀποτρίψῃς.