Ancient Greek
386.1
Hippiatrica, Hippiatrica Berolinensia 386.1
Unproofread scanNot analysed yet
ἀγρίου δίξαν κόπτοντες εἰς λεπτὰ καὶ ψύγοντες ἐν τῷ ἡλίῳ, ἄχρις οὐ ξηρὰ γένηται, πάλιν τὸ αὐτὸ κόπτομεν, ὡς λεπτότατον γενέσθαι, καὶ τούτῳ μίσγοντες νίτρον κεχωμένον τὸ ἴσον, καὶ τῷ ἄλὶ μίζαντες, διδόμεν φαγεῖν ἔκτὸς τῶν ἐγκύων· ταῖς δὲ ὑποπάλοις διδόμεν· καθαρθήσεται γὰρ δι’ αὐτῆς καὶ ὁ τιπθενόμενος πῶλος. μίγνυμεν δὲ τὸ ἅλας χάριν τοῦ πεισθῆναι τὸ ζῷον τὴν κάθαρσιν λαβεῖν. κάλλιον δὲ τοῦ ἄλὸς μιγνύειν πίτυρα πύρινα. γινέσθω δὲ ἡ κάθαρσις ἐν μηνὶ Ὑπερ- 328 βερεταίῳ ἢ Δίῳ ἀπὸ τῆς |πεντεκαιδεκάτης παρ’ ἡμέρας πέντε. τοῦτο τρίς μέχρι τῆς νουμηνίας. τούτου δὲ γενομένου, οὐ συμβαίνει ψωρίασις, καὶ τὰ λοιπὰ δὲ ἀρρωστήματα ἐκφεύγει.