Ancient Greek
386.2
Hippiatrica, Hippiatrica Berolinensia 386.2
Unproofread scanNot analysed yet
329 κεφάλαιον ριε’ περὶ εἴδους ἵππων ἀφορισμοί. 1 Περὶ ἵππον εἴδους πολλοῖς γέγραπται καλῶς, ἀρίστα δὲ πάντων Σίμωνι καὶ Ξενοφῶντι Ἀθηναίοις ἀνδράσι, πωλοδαμνίας δὲ παρὰ τοὺς ἄλλους μόνῳ Ξενοφῶντι. σπουδαίως οὖν ἔχοντί σοι ἐν τῇ ἱπποτροφίᾳ ἀναγκαῖον εἰδέναι καὶ τὰ γένη αὐτῶν. οἱ Πάρθοι μεγάλοι καὶ εὐμεγέθεις, θυμοειδεῖς τε καὶ εὐγενεῖς τῷ εἴδει, τοῖς ποσὶ χρηστοὶ διαφερόντως. οἱ Μῆδοι τῷ μεγέθει ὑπερβάλλοντες.