Ancient Greek
389.32 to 427.4
Hippiatrica, Hippiatrica Berolinensia 389.32-427.4
Unproofread scanNot analysed yet
17 μέχρις ἂν |τότε δὲ B: τοῦτον M 20 γυμναζομένου δὲ τοῦ πώλου 21 βαθύγειος |δὲ om τὸ ἴσον· πάντα ταῦτα τὰ προγεγραμμένα συντρίψας καὶ σήσας, εἶτα βαλὼν εἰς ὄλμον, μετὰ ἐλαίου παλαιοῦ κόπτε, μέχρις ὅτου μᾶλαγμα γένηται, καὶ οὕτως χρῶ. ἐν δὲ χειμῶνι προσεπίβαλλε οἶνον καὶ ἔλαιον, καὶ θερμάνας σύγχυε. στήκετω δὲ ἐν τόπῳ θερμῷ κεκαλυμμένος σκεπάσμασιν. 66 Ἐμπλαστρὸς πρὸς τὸ ὠτείλας ἀναπληροῦσθαι. κηροῦ, βουτύρου, ῥητίνης ἀνὰ λίτραν μίαν, ῥόδων λίτρας δύο. 67 Τραυματικὴ κατασκευὴ ἐμπλάστρου. ψιμυθίου, λιθαργύρου τὸ ἴσον τρήσας ἐν ἡλίῳ, καὶ μέξας ὀξεῖ καὶ ῥοδίνῳ χρῶ. εἰ δὲ μὴ ἔστι ῥοδίνον, ἔλαιον μόνον σύμμισγε. 68 Ἱεροκλέους ἐμπλάστρων σκευασία. ἀπόχυμα, κηρόν, ῥητίνην φρυκτήν ὁμοῦ πάντα βαλὼν ἐν ἰγδεῖ κίνει, εἶτα προσεπίβαλε ψιμύθιον ὀλίγον προλελειωμένον μετὰ ὕδατος καὶ ἐλαίου, ἐπεμβάλλων ἄμα καὶ τὰ τηκτά. εἰ δὲ θέλεις αὐτὸ εὐπνοῦν γενέσθαι, ὀλίγον ὀποπάνακα ἄνεῖς οἴνῳ πρόσμιγε.