Ancient Greek
427.5
Hippiatrica, Hippiatrica Berolinensia 427.5
Unproofread scanNot analysed yet
69 Ἄλλο ἁπλοῦν. κηροῦ λίτραν μίαν, ῥητίνης φρυκτῆς λίτρας δʹ, ῥητίνης τερεβινθίνης γοʹ εξʹ. ταῦτα ἀναξέσας, ἐξελε ἀπὸ τοῦ πυρός, καὶ ἐπίβαλε ἄσφάλτον Ἰουδαϊκὴν λελειωμένην γοʹ γʹ, καὶ ἔασον λυθῆναι. εἶτα προσεπίβαλε ἀμμωνιακοῦ κεκομμένου καὶ σεσημένου γοʹ βʹ, καὶ αὐθὶς ἐπὶ τῷ πυρὶ ἐπίθες, καὶ κινῶν τῇ σπάθῃ, ἐπίπασσε μάννης γοʹ βʹ καὶ χαλβάνης τὸ ἴσον. πάλιν δὲ ἄρας ἀπὸ τοῦ πυρὸς ἐπιβαλὼν τε ὀποπάνακος προλελειωμένου γοʹ βʹ, χρῶ.