Ancient Greek
391.5
Hippiatrica, Hippiatrica Berolinensia 391.5
Unproofread scanNot analysed yet
Ἱπποκράτους περὶ στρέμματος. 4 Τὰ τοῦ στρέμματος σημεῖά ἐστι ταῦτα· οὐ καταμένει ὁ πούς ἐπὶ τῇ συμβολῇ, τῇ χοινικίδι καλουμένῃ, ἀλλ’ ὑποφεύγει, καὶ μετέωρα γίνεται τὰ κατ’ ὄνυχα. θεραπεύε οὖν περιχράζας τὴν ὀπλὴν καὶ περιδήσας πίτυν καὶ σπόγγον μετ’ ὄξους ἐπὶ ἡμέραις ἑπτά. ἐὰν δὲ μὴ ἀποκαταστή, λαβὼν βουκέρου, ὁ ἐστὶ τήλεως, χοίνικα, βρέξον ἐν οἴνῳ ἐπὶ ἡμέραις τρισίν. εἶτα ἀποχεῶν τὸν οἶνον, τὸ βούχερον κόψον, καὶ βαλὼν εἰς χύτραν μετὰ μέλιτος ἔψει, καὶ οὕτως κατάπλασσε ἐπὶ ἡμέραις ἕξ. τὰ δὲ παλαιὰ στρέμματα χρὴ καίειν καγκελοειδῶς.