Ancient Greek
446.1 to 391.3
Hippiatrica, Hippiatrica Berolinensia 446.1-391.3
Unproofread scanNot analysed yet
λιβανωτοῦ ἐπιθείς, δῆσον, ἕως οὖ τραῦμα γένηται. τὸ δὲ τραῦμα θεραπεύσεις ἐμπλάστῳ τραυματικῇ. 169 Ἐὰν ἵππος τὸν ἑαυτοῦ πόδα μασάσθαι ἀρξήται. κόπρον ὕγρὰν κυνὸς μετὰ ὄζους δριμυτάτου συμμίξας ἐπίπλασε συνεχῶς. 170 Σηρίον τεθρίππου. ἐκόρου Ποντικοῦ γο αʹ, σμύρνης γο γʹ, πεπέρεως γο εʹ, κροκομάγματος γο βʹ, ἱρεως Ἰλλυρικῆς γο γʹ, ὕσώπου γο αʹ, μαλάγματος, σκορόδου, ἄλατος Ποντικοῦ ἄνὰ γο βʹ. 171 Περὶ λαχανισμοῦ. ἐὰν χειμῶνος ὥρα λαχανίσαι θέλῃς ζῶν, πρὸ μιᾶς ἡμέρας ἐνήσον ἐπιμελῶς τὸ λάχανον καὶ ποίει ὡς κολλύρας, βαλὼν ἔλαιον καὶ ἅλας λελειωμένον καὶ πετροσέλινον καὶ κύμινον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, τῇ δὲ ἐξῆς ξηροτέραν τὴν ἀρτυσιν ποίει ἀξούγγιον προστιθείς, καὶ δίδου. 172 Περὶ ἀξουγγιασμοῦ. κάλλιστον βοήθημα χειμῶνος ὥρα διδόναι τῷ ζῷῳ πρὸς τὰ ἐντὸς ἐπιγενόμενα πάθη ἀξούγγιον μετὰ πίσης ὕγρᾶς καὶ ἐλαίου, θερείας δὲ ἀξούγγιον μετὰ μέλιτος καὶ βουτύρου καὶ πράσων καὶ ἐλαίου ῥοδίνου. τοῦτο δὲ πολλάκις λαμβανέτω τὸ ζῷον. 173 Κατασκευὴ τεθρίππου τοῦ λεγομένου κουδριγαρίον. νάρδου Συριακῆς ἤτοι Ἰνδικῆς, κρόκου Σικελικοῦ, σμύρνης τρωγλιδος, σχοινάνθης, πεπέρεως μέλανος, πεπέ- ἀδικεῖται ἡ ἐκφυσις τοῦ ποδὸς τῆς ὀπλῆς. βαδίζων γὰρ ἀνακλᾷ εἰς τὰ ὀπίσω τὴν ὀπλὴν, ξενιζόμενος τὴν ἀφαίρεσιν. Ἄριστος δὲ τόπος ἐστὶν εἰς τὸ ἄγειν ἐπὶ τὸ κύλισμα, ὅταν μονύχας ὀπλὰς ἔχει, ὁ ἀπόχρωτος καὶ γεώδης, ὁ ὁμαλὸς καὶ μὴ λίθους ἔχων ἢ τραχῶματα· ἄθετοι δὲ οἱ βαθύγειοι καὶ οἱ χορτώδεις ἢ κοπρώδεις. οὕτοι γὰρ οὐ ποιοῦσιν εὐλύτον τὸν ἵππον οὐδὲ διαφορὰν τοῦ σώματος, ὁ δὲ ἀπόχρωτος καὶ στερεὸς ὠφέλιμος αὐτοῖς. Εὐμήλου εἰς τὸ αὐτό. 3 Τρύγα ὀξῆράν λαβὼν μετὰ θερμοσποδιᾶς καὶ ἀξουγγίου παλαίου, μίξας ἀμφότερα καὶ ἐπιπλάσας, ἀπόθον ἐπιβάλλων καὶ ῥῶν ἐν, καὶ ἐν καιρῷ χρῶ.