Ancient Greek
395.1 to 395.2
Hippiatrica, Hippiatrica Berolinensia 395.1-2
Unproofread scanNot analysed yet
τατον ποιήσης. ὅταν δὲ ἐκτέμης, λαβὼν ἅλας καὶ ἔλαιον, καὶ ἐπιπλάσας, κατάδησον, τῇ δὲ ὑστεραία ὕδατι θερμῷ κατάντη-σον, καὶ τὸ αἷμα περιχλύσας θεραπεὺνε τῷ λυκίῳ, καὶ μότον ἐρίου πιναρὸν μαλαχὸν οἴνῳ ἐμβρέχων ἐπιτίθει, καὶ τοῦτο ποιεῖ δις τῆς ἡμέρας. κεφάλαιον ρκβʹ περὶ ῥαγάδων. Αἱ ῥαγάδες γίνονται ὀπίσω τῶν πτερνῶν, γίνονται δὲ ἐκ περιτάσεων ἢ ἐξ αἵματος. ὡς θεραπεύειν δεῖ οὕτως· λαβὼν στέατος μοσχέλου λίτραν αʹ, ῥοδίνον γοʹ ἐξ, ταῦτα ἐψησας ὁμοῦ καὶ προσβαλὼν ψιμύθιον ὀλίγον, χρῶ ἐπὶ τῶν τοιούτων τόπων.