Ancient Greek
395.4
Hippiatrica, Hippiatrica Berolinensia 395.4
Unproofread scanNot analysed yet
κεφάλαιον ρκγʹ πρὸς τὸ ποιῆσαι ἵππῳ προβολήν. 338r Ἐὰν μὴ ἔχων προβολὴν ἵππος χωλαίνη, καὶ κάτω νεύη, καὶ νύσσηται ἐκ τοῦ ὄνυχος,ποίησον τοῦτο· λαβὼν τὸν ὄνυχα, ἐξονύξσον αὐτόν, καὶ ὑπόξυσον ἕως τοῦ ζῶντος, καὶ μὴ φο-βηθῆς ἐπὶ τῷ ἐξονυχισμῷ. ὁ γὰρ σίδηρος τρέφει τὸν ὄνυχα. εἶτα λαβὼν σύκων λίτραν μίαν, κηροῦ γοʹ ἐξ, ταῦτα ὁμοῦ κόψας καὶ ἐπιδήσας ἡμέραις τρισί, μὴ λύσης. εἶτα πυρίᾳ χρῶ διʹ οἰνελαίου, καὶ οὕτω προβολὴ ἐν τάχει γενήσεται.