Ancient Greek
396.1
Hippiatrica, Hippiatrica Berolinensia 396.1
Unproofread scanNot analysed yet
τιζε ἐπὶ ἡμέραις τρισί. ποιεῖ δὲ καὶ κυνὸς κεφαλὴν ὑπὸ κεφαλὴν καπνιζομένην. κεφάλαιον ρχε´ πρὸς παγοπληξίαν θεραπεία. Θεομνήστου. αξζ´ Χειμῶνος ὥρα πάγοι λυποῦσι περὶ τὰς ὁδοιπορίας ἵππους τε καὶ τὰ λοιπὰ τῶν ὑποζυγίων, ὡς ἂν ἔτυχε, παῖδες δὲ ἱατρῶν τὸ πάθος ἐκάλεσαν παγοπληξίαν. οἶδὲ οὖν, καὶ διαπίπρηται πυρούμενα τὰ σφυρὰ σὺν ταῖς ὀπλαῖς. χρὴ οὖν ἀποθεραπεύειν αὐτὰ τῷδε τῷ τρόπῳ· ὕδρελαίῳ θερμῷ καταντλεῖν πρῶτον εἰς τι σκύφος βαλόντα τὸ ὕδρέλαιον θερμόν, εἶτα ἀπομάσσειν σκληροῖς ἁκέσι, ἐπιμελῶς περιδεσμοῦντα κειρίαις τοὺς τόπους, κἂν μὲν ᾖσι διωδρηκότες σφόδρα, κατασχάζειν. εἶτα ἄλευρα κριθίνα ἐψηθέντα ἐν ὄξει δριμυτάτῳ καταπλάσσειν, ἕως οὖ τὸ οἴδημα καὶ ὁ τῶν ποδῶν βρασμὸς παύνηται. ἀμεληθέντα γὰρ τὰ ζῷα πολλάκις ἄχρηστα γίνεται.