Ancient Greek
40.1
Hippiatrica, Hippiatrica Berolinensia 40.1
Unproofread scanNot analysed yet
καὶ τὰ παρὰ τοῖς ἀρχαίοις μηδὲν φθονήσαντες. τὸ γοῦν ἐκ περιουσίας οὐ περιττόν, εὐποροῦν δὲ ἐν ταῖς θεραπείαις Ἰππαίου περὶ μάλεως, ὃς Θηβαῖος ἀπὸ τῆς Ἑλλάδος Θηβῶν τῶν ἐπταπύλων γράφει περὶ ἀρθρίτιδος μάλεως, ὡς σημειωσόμεθα τὴν ἀρθρίτιν μάλιν ἐντεῦθεν· καροῖ τὴν κεφαλὴν καὶ κατανεύει, κλίνων τὰ ὦτα, ὁ ἵππος ἢ ἄλλο ὑποζύγιον, καὶ διὰ τῶν μυκτήρων ὑγρὸς ἰχὼρ φέρεται, καὶ τῷ σώματι πάντῃ συμπίπτει, καὶ τὰ ἄρθρα πωροῦται, καὶ ἡ κέρκος ἀποξηραίνεται, καὶ τὸ αἰδοῖον προβάλλει, ἄλλοτε ἄλλον πόδα χωλαίνει. θεραπεία οὖν ἐστὶν αὐτῷ ἧδε· σικίνου ἀγρίου δίης κοπείσης λ αʹ, νίτρου Γ ςʹ, κασσίας σύριγγος Γ βʹ, ἀβροτόνου Γ γʹ, πευκεδάνου Γ βʹ, σμύρνης Γ αʹ, ἄλφης Γ βʹ, ἁμώμου Γ βʹ, ὀρίγανου Γ γʹ, κόμψας σήσας ἐγχυμάτιζε διʹ ὕδατος Δ αʹ κοχλιάρια γʹ τοῦ φαρμάκου. χοῖε δὲ κατὰ τοὺς πόδας [ἐπιπροσ] ἐπὶ προσδέλκων ἰοῦ ξυστοῦ τὸ ἄρκουν. >