Ancient Greek
40.2
Hippiatrica, Hippiatrica Berolinensia 40.2
Unproofread scanNot analysed yet
Νήφοντος θεραπεία μάλεως ἀρθρίτιδος. 23 Ἐὰν ἵππος ἢ ἡμίονος ἀρθρίτιδι νόσῳ πειράζηται, <ταῦτα σημεῖα ποιεῖ· μίαν παρὰ μίαν ἡμέραν ἄλλον καὶ ἄλλον πόδα χωλαίνει καὶ ὀγκοῦνται τὰ ἄρθρα καὶ ὑγρὰ συνάγει. >θεραπεύσεις αὐτὸν οὕτως· αἷμα ἀφαίρει ἐκ τῶν μεσοκυνίων <μέχρι στραγγισμοῦ>. καὶ καῖε τὰ ἄρθρα καυτηρίοις ὀρθοῖς, ἄχρις οὗ ὕδωρ ἐξέλθῃ. εἶτα θύννον ταρίχου λαβὼν λίτρων μίαν, ἔμβαλε χύτρα καινῇ, καὶ ἐπιχέας οἶνον παλαιοῦ κοτύλας τέσσαρας ἔψει, ἕως ἡμισευθῇ, προσμιγνὺς ἐλαίου τὸ ἄρκουν, ὀποπάνακος δραχμὰς τρεῖς, εὐζώμου τέσ-