Ancient Greek
432.1
Hippiatrica, Hippiatrica Berolinensia 432.1
Unproofread scanNot analysed yet
93 Εὐμήλου εἰς τὸ αὐτό. ἰσχάδας λιπαρὰς ἐν ὄξει σκιλ-λητικῷ ἀπόβρεξον ἐπὶ ἡμέραις τέσσαρας. εἶτα λαβὼν λείσσον ἐπὶ τοσοῦτον, ὥστε αὐτῶν τὰς κέγχρους συλλειωθῆναι. ἐπί-βαλε δὲ καὶ τῶν κρομῶν τὸ λευκὸν κατὰ ἀναλογίαν. εἶτα μῖξον ταρίχον κεκαθαγμένον σάρκας δίχα τῶν ἀκανθῶν καὶ τοῦ δέρματος, καὶ λειῶσας πάντα ἐπιμελῶς καὶ ποιήσας κατά-πλασμα, εἰς ἅκος ἐπίπλασε καὶ δέσμει τοὺς πόδας, οὕτω μέντοι, ὥστε πρότερον τρυχίνῳ ἅκει σφοδρότερον ἀποτριβῆναι καὶ ὄξει ἀποσμηχθῆναι, καὶ οὕτως ἐπιτίθει τὸ ἐμπλαστρόν ἐπὶ ἡμέρας δύο. τὸ μέντοι ζῷον θεραπευόμενον μενέτω ἀκί-νητον, ὥστε ἐν τῇ ἱπποστασίᾳ καὶ ἐσθίειν καὶ πίνειν. μετὰ δὲ τρίτην λύσας, εὐρήσεις ὑγιές.