Ancient Greek
436.2
Hippiatrica, Hippiatrica Berolinensia 436.2
Unproofread scanNot analysed yet
αχβ' 114 Θεομνήστου πρὸς τὰ διὰ ῥινῶν ἀπὸ ψύξεως φερόμενα ὑγρά. αἷμα ἄφελε ἀπὸ τῶν κροτάφων, ἵνα τῇ τοῦ- 373 του |διεξόδῳ τοὺς περὶ τὴν κεφαλὴν τόπους χαλάσῃς, καὶ πᾶν τὸ ἐν κεφαλῇ πεπηγὸς ὑπὸ τῆς ψύξεως φλέγμα λυθὲν κατολισθήσῃ διὰ τῶν μυκτήρων. πρὸ δὲ τῆς τοῦ αἵματος ἀφαιρέσεως ἐλαίῳ θερμῷ καταιονῶν δεῖ τοὺς περὶ τὸ βρέγμα τοῦ ζῴου τόπους. συνεργήσει γὰρ τὸ τοιοῦτον τῷ χλασμῷ. ἐγχυματιζέσθω δὲ κονδῖτον ἐντρυγὸν διὰ τοῦ στόματος καὶ διὰ μυκτήρων, ἵνα ἡ τοῦ πεπέρεως θέρμη λύουσα τὴν ἐμφραξιν, χρέμψεις ἐμποίῃ, δι' ὧν ἀνάγκη διεξοδευθήσεσθαι τὸ λυποῦν. εἰ δὲ τούτων προσαγομένων μὴ λυτῇ τὸ πάθος, ὁποπάνακος δραχμὴν μίαν, καστορίου δραχμὰς ἑξ, λασάρον δραχμὴν μίαν, οἶνον μέλανος ἢ κονδῖτον ξέ. α' Ἰταλικὸν μίξας, ἐγχυμάτισον ἅπαξ <καὶ θαυμάσεις. >