Ancient Greek
436.3
Hippiatrica, Hippiatrica Berolinensia 436.3
Unproofread scanNot analysed yet
αχγ' 115 Ἄλλο Πελαγωνίου. ἡ ὑγρότης τῶν ῥινῶν διάφορός ἐστιν. εἰ τοίνυν αἱ μύξαι διαυγεῖς ἔσονται, καθημερινῆς ἐστι συνήθειας, καὶ οὐδὲν ἔχουσι φαῦλον. εἰ δὲ παχύτεραι ἔσονται 374 καὶ λευκότεραι, ἐκ τοῦ ἐγκεφάλου καταγόνται. |πυροίζουσαι δὲ καὶ λεπταὶ ἀπὸ ψύξεως παλαιᾶς, καὶ διὰ τοῦτο πυρετοὶ προσημαίνονται, λιπαρώτεραι δὲ καὶ ἀφρώδεις ἐκ τοῦ πνεύμονος ἀναπέμπονται. πυκνότεραι δὲ ἐκ τῶν γλανδουλῶν κατέρχονται. ταῦτά ἐστιν, ἅπερ δεῖ παρατηρεῖν καὶ μνήμῃ παραδιδόναι.