Ancient Greek
447.26
Hippiatrica, Hippiatrica Berolinensia 447.26
Unproofread scanNot analysed yet
λιθαργύρου, μαστίχης, χυλοῦ ὀοσκύμου, μυροσινελαιοῦ, πάντα 23 ,αϛβ’ περὶ 3 Τεροκλέους εἰς τὸ αὐτό. Εἰ ψώρα ἐπιγίγνοιτο, οὐ δεῖ παραχῇμα αὐτὴν θεραπεύειν, ἀλλὰ ἕασαι, μέχρις ἂν ἔξω τραπῇ. ἔστι γὰρ διάχυσις μάλειω τῆς ὑποδερματίτιδος. ἢν εἰ ἅπτον θεραπεύσεις, στεγνώσεις τὴν ἕξοδον. στυπτικῶν γὰρ ὄντων τῶν προσφερομένων, ἀνάγκη τὴν κάκωσιν εἰς τὸ ἔσω τραπῆναι. ὅταν οὖν ἀκμάζειν δοκῇ, αἷμα ἀφαίρει ἐκ τῶν μεσοκυνλίων καὶ βραχόνων, ὁμοίως καὶ ἐκ τῶν ὀπισθίων, καὶ κατάχριε ἄσφαλτον καὶ θεῖον τρίψας λίαν καὶ μέρος πίσης ὕγρᾶς καὶ βούτυρον· ἐὰν δὲ μὴ ἢ βούτυρον, γλοιὸν παιδικόν. πάντα οὖν συντρίψας καὶ ποιήσας μέλιτος τὸ πάχος, κατάχριε. ἢ ἄλλως· ὄξος ὀριμὸν καὶ γλοιὸν παιδικὸν καὶ κεδρέαν ἀναξέσας ἐν τούτῳ, κατάχριε θερμῶς, σπογγιῶν ξύλῳ προσοδήσας. εἰ δὲ μὴ ἢ κεδρέα, πίση χοῖε πλείονι. προαπόσμυχε δὲ οὖρῳ παλαιῷ, μίσγων ὕδατι θερμῷ.