Ancient Greek
47.2
Hippiatrica, Hippiatrica Berolinensia 47.2
Unproofread scanNot analysed yet
ἄλλο. 7 Νίτρου γο αʹ, καστορίου γο δύο, διαφνίδων γο βʹ, ἄλεου ξς Ποντικοῦ γο βʹ, πηγάνου γο δύο ἡμισυ. ταῦτα κατʹ ἰδίαν κόψας καὶ σήσας, καὶ μετὰ ταῦτα μῖξας, ἐπιβαλὼν τε οἶνον ς αʹ καὶ ἐλαίου γο ξς δίδου ἢ διὰ κέρατος ἢ ὡς βούλει. τούτῳ δὲ τῷ βοηθήματι κέχρησο καθʹ ἡμέραν ἄχρι τελείας ὑγιείας. στρώμασι δὲ σκέπε διὰ παντός, ὥστε, εἰ δυνατόν, ἴδρουν τὸ ζῶον, ἐπειδή τῇ θέρμῃ πέφυκε τὸ τοιοῦτο διαλύεσθαι πάθος.