Ancient Greek
254.3 to 47.1
Hippiatrica, Hippiatrica Berolinensia 254.3-47.1
Unproofread scanNot analysed yet
Ἱεροκλέους εἰς τὸ αὐτό. 4 Εἴωθε ποδάγρα ἐνοχλεῖν ἵππῳ. οὔτε οὖν ἑστάναι οὔτε περιπατεῖν δύναται, ἀλλὰ κατακλίνεται ὥσπερ οἱ κεκριδιακότες, τροφῆς τε οὐκ ὀρέγεται, καὶ τὸ στόμα θερμὸν ἔχει καὶ κατάξηρον, τὴν δὲ ὑπερώαν μετέωρον, οἷ τε ὄρχεις αὐτοῦ καθ' ἕκαστον ἐναλλάττουσι, καὶ ὁ καυλὸς προπίπτει καὶ ἐπαίρεται, οἷ τε πόδες ἐν τῇ στάσει προσλαμβάνουσι τῶν κοπρίων διὰ ὑμίναν, καὶ προποτίζε ἐπὶ ἡμέραις τρισί, τῇ δὲ τετάρτῃ οἴνῳ καὶ ἐλαίῳ, προστιθείς καὶ λασάρον γο αʹ, ὁμοίως ἐφʹ ἑτέραις τρισὶν ἡμέραις πότιζε.