Ancient Greek
48.1
Hippiatrica, Hippiatrica Berolinensia 48.1
Unproofread scanNot analysed yet
r κεφάλαιον δ' πρὸς λοιμόν. Πελαγωνίου. μα' 1 Τὰς θεραπείας καὶ τοὺς ποτοὺς, δι' ὧν οἱ λοιμοὶ ἀποσβέννυνται, χρή μαθεῖν. ἐμπίπτουσι γὰρ πολλάκις καὶ ἵπποι εἰς λοιμὸν ἢ ἐξ ἀτονίας ἢ ἐκ καύσωνος, οὐ μὴν ἀλλὰ καὶ ἐκ ψύχους καὶ λιμοῦ, ἔσθ' ὅτε δὲ καὶ ἐν εἰς δρόμον ἐπειχθῶσι μετὰ πολλὴν ἄνεσιν, ἢ ὅταν ἐπιτηδεῖω καιρῷ μὴ οὐρήσωσιν, ἢ ἀπὸ ἰδρώτος καὶ πολλῆς κινήσεως πίωσιν. οἷς θεραπείας τετυπωμένας παρὰ τῶν προηγουμενῶν ἡμῶν καὶ συμβαλλομένας ἐπιγινώσκομεν, καὶ ἡμεῖς δὲ αὐτοὶ τῇ πείρᾳ μεμαθήκαμεν.