Ancient Greek
62.1
Hippiatrica, Hippiatrica Berolinensia 62.1
Unproofread scanNot analysed yet
ἡμέραις ἐπτὰ αἰγείῳ γάλακτι σὺν χυλῷ πτισάνης, κάλλιον δὲ 34 εἰ βρῶμον. εἰ δὲ καιρὸς οὐκ ἔστι γάλακτος, ἀκρώνα |χοίρειον πιότατον καθεψῆσαι καὶ τράγειον σὺν αὐτῷ στέαρ καὶ ἐγχυματίζειν σὺν τοῖς χυλοῖς ἐπὶ ἑπτὰ ἡμέρας. πινέτω δὲ ὕδωρ 5 γαλακτώδες <τῇ κράσει> χειμῶνος ἀπὸ ἀλεύρου πυρίνου, θέρους δὲ πτισάνην · οὕτω γὰρ συναφθήσεται ἡ ῥῆξις. 9 εἰ δὲ φθάσει ἐμπυιχὸς γενέσθαι, σημεῖα αὐτοῦ ταῦτα· ὕδωρ προσδεται πολύ, τρώγει πλέον παρὰ τὴν συνήθειαν, καὶ βήσσων ἥρεμα πολλάκις πῦον ἀνάγει, ἕως ὅτε δὲ καὶ αὐτὰς 10 τὰς ἐφελκίδας. ἐγχυματίσεις οὖν τὸν τοιούτον ἐγχυματισμὸν τοιῶδε· ἀνθράχην λάχανόν ἐστιν ἀγρίων κηπουρικόν. ταύτης τὸν χυλὸν μετὰ ῥοδίνου ἐπὶ ἡμέραις τριῶν ἢ ἐπὶ ἐγχυμάτισον, ἐπεμβάλλον τραγάκανθαν ἀποβραχείσαν διὰ γλυκέος Κορητικοῦ καὶ γάλακτος αἰγείου, εἰ δὲ μὴ ἢ γάλα, πτισάνης χυλοῦ 15 ἢ βρῶμου, μάλιστα ὅταν ὁ ἐμπυιχὸς ὀξὴ διὰ τῶν μυκτήρων δυσωδέστατα. ἀποθεραπεύσεις δὲ αὐτὸν ἐπὶ ἡμέρας ἐπτά, ἐγχυματίζων τούτοις· κόστου γο βʹ, κασίας γο δʹ κόψας, σήσον des. 34 λεπτῷ κοσκίνῳ, καὶ βαλὼν |<σταφίδας σὺν οἴνῳ ἐγχυμάτιζε. γυμνασιῶν δὲ ἀπεχέσθω, ὀλίγοις δὲ μόνον περιπάτοις διʹ 20 ἀγωγέως χρησθῶ. >