Ancient Greek
63.2
Hippiatrica, Hippiatrica Berolinensia 63.2
Unproofread scanNot analysed yet
2 θεραπεύεται δὲ οὕτως· αἷμα ἀφαίρει, διακόπτων τὰς ἐν τοῖς μεσοκυνλίοις τοῖς ἐμπροσθίοις φλέβας ἐκ τοῦ ἔντος μέρους ἢ τοῦ ἔκτος, καὶ ἕασον ἀπορρυῆναι τὸ ἰκανόν, εἶτα καταλαβόμενος δεσμῷ τὰ ἄγγεια, κατάντλει αὐτὰ θερμῷ ὀξυκράτῳ πλήθει τοσοῦτον· ὕδατος Ὁ’ καὶ ὀξους οὐγγίας κ’ ἀναμίζας. σπόγγῳ πρόσφερε πρὸς τὴν ἐκφυσὶν τοῦ ὤμου, ἵνα ἡ φύσις κατὰ τοῦ βραχίονος ἢ. εἰς ἀμφοτέρους δὲ τοὺς τόπους τοῦτο ποιήσεις. καὶ τῇ ἐχομένῃ ἡμέρᾳ ἀφαίρει ὡσαύτως ἀπὸ τῶν αὐτῶν τόπων τῶν ὀπισθίων ποδῶν, καὶ κατάντλει, ὡς προεῖρηται. κριθὰς δὲ τούτῳ μὴ προσενέγκῃς μέχρι ἡμερῶν δεκατεσσάρων. ἐὰν δὲ ἡ χόρτος χλωρός, μάλιστα ἐκεῖνῳ χρώ. ἀνάγκαζε δὲ καθ’ ἡμέραν περιπατεῖν, προάγων ἐπὶ τὸν ἥλιον, συγχρίσων ὀξεί καὶ ἐλαίῳ, ἵνα ἡ βύρσα εὐένδοτος γένηται. οἶνον δὲ μὴ μίξῃς (ἀναψύχων γὰρ ἐπισυνδεσμεύει) καὶ τρίψιν ποιοῦ κατὰ τρίχα εἰς τὰ κάτω μέρη· δοκεῖ γὰρ διὰ τῶν ποδῶν ἐκπίπτειν τὸ ἀρρώστημα. διὸ καὶ τὰς ὀπλὰς ἀλλάσσει, ἐν αἷς οἱ βάτραχοι ἄπαλοι γίνονται καὶ αἱμορροοῦσιν. οὕς δεῖ ἀποχαράσσειν κάτωθεν καὶ περιχόπτειν. |ὅταν δὲ δοκῇ βέλτιον