Ancient Greek
69.1
Hippiatrica, Hippiatrica Berolinensia 69.1
Unproofread scanNot analysed yet
αὐτὰ παρεπόμενα. τοῦτον φλεβοτομεῖν δεῖ τὰς ἐν τῷ στήθει παρὰ τοὺς ὦμους καὶ τὰς ἐν τοῖς βραχίοσι. τὰς δὲ ἐν τῷ αὐχένι φλέβας οὐ δεῖ σχάζειν διὰ τὸ εἶναι σφαγίτιδας καὶ καρωτίδας, ἔτι καὶ τὸν νωτιαῖον μυελὸν ὑπὸ τούτων τρέφεσθαι. τινὲς δὲ λέγουσιν ἐν τοῖς μαινομένοις ποιεῖσθαι τὴν ἀφαίρεσιν ἐκ τούτων τῶν τόπων, ἡμῖν δὲ ἀρέσκει ἐκ τῶν σκελῶν καὶ βραχιόνων, ἔστι γὰρ ὑποκάτω τοῦ πάθους καὶ ἀκινδυνότερον.