Ancient Greek
69.2 to 69.3
Hippiatrica, Hippiatrica Berolinensia 69.2-3
Unproofread scanNot analysed yet
4 Προσπαίσαντος δὲ τὸν πόδα ἢ στρέμμα ποιήσαντος ἢ θλάσμα, προσφάτου ὄντος τοῦ συμβεβηκότος, διαιρεῖν τὰ ἐν τῇ στεφάνῃ ἐκ τοῦ ἔντος μέρους ἢ ἐκ τοῦ ἔκτος, τὸ δὲ κατ’ ὄνυχα μή. ὑπόκειται γὰρ τῷ ἀγγείῳ σύνδεσμος νευρώδης τῆς γονυκίδος, καθὼς καὶ οἱ πρὸ ἡμῶν εἶπον. ἡμῖν δὲ οὐκ ἀρέσκει κεντεῖσθαι τοὺς τόπους τούτους. ψωρίασις δὲ ἐὰν γένηται καθ’ ὅλου τοῦ σώματος ἢ ἐν οἱοῦδήποτε ἢ λειχήνες ἢ ἐξανθήματα, καὶ τούτων σχάζειν τὰς ἐν τοῖς μεσοκυνίοις καὶ βραχίοσιν. >