Ancient Greek
69.4
Hippiatrica, Hippiatrica Berolinensia 69.4
Unproofread scanNot analysed yet
Ἱεροκλέους εἰς τὸ αὐτό. 5 Πάντας τοὺς ἀπὸ πλησμονῆς καὶ ὠμότητος πάσχοντας ἄριστον φλεβοτομεῖν ἐκ τῶν ἀγκόνων καὶ βραχιόνων. θερμὴ γὰρ οὖσα τοῦ ζῷου ἡ φύσις, ταχέως ἀπὸ τῆς ὠμότητος τῶν σιτίων πυροῦται, καὶ εὐπετῶς διὰ ταῦτα πυρετὸς αὐτῷ ἐπιγίνεται. χρη μὲν οὖν γινώσκειν, ὡς τὸ φλεβοτομεῖν τοὺς ὑγαινοῦντας ἵππους οὔτε Ἀψυχτος δοκιμάζει οὔτε Εὐμηλος. |εἰ μέντοι οὖν εἰδισμένος εἴη, βέλτιον ἐκ τῆς ὑπερρόφας ἀφαίρειν, δι’ ἧς ἀκινδυνότερον τὰ κτήνη διατηρηθήσεται. προσέχειν δὲ χρη ταῖς φλεβοτομίαις, μὴ λεπτὰ πάνυ καὶ δυσ-