Ancient Greek
79.1 to 79.24
Hippiatrica, Hippiatrica Berolinensia 79.1-24
Unproofread scanNot analysed yet
τὸ ἄρχουν, μῖξας καὶ ποιήσας ὑγρὸν ἔγχισμα, ἐπίθες, καὶ οὐκ ἔάσεις συστῆναι τὸ λευκῶμα. ἄλλο. 15 Βοτάνην σιδηρίτην, ἣν ἔνιοι ἄχάλιον, ἔνιοι δὲ ἄλθαίαν καλοῦσι, λαβὼν καὶ ταύτης τὸν καρπὸν τρίψας, ἐμφύσα, περι- καταλαβὼν τὸν ὀφθαλμόν, εἶτα πρόσκλυζε ψυχρῷ ὕδατι ὀμβρίῳ. ἄλλο. 16 Ὀθόνιον καθαρὸν καύσας καὶ ἅλας φρύξας, |ὁμοῦ βαλὼν 48 σὺν μέλιτι ἐπλείου καὶ ὑπόχριε. Πρὸς λευκώματα. 17 Κυκλαμίνου χυλὸν μέλιτι Ἀττικῷ συμμίξων, καλῶς ἐπίχριε. ἄλλο. 18 Στέαρ χήνειον μετὰ ῥοδίνου τρίψας καὶ σηπίας ὀστρακον μετὰ μέλιτος ἀκαπνίου ἐπίχριε. κολλύριον εἰς λευκώματα. 19 Σηπίας ὀστρακον καὶ μαράθου χυλόν, κρόκον καὶ σμύρνης καὶ νάρδου Συριακοῦ τὸ ἴσον μέλιτι μῖξας, καὶ λειοτριβήσας, χρῶ. <ἢ ὀθόνιον καὶ σακίον ἐνδήσας κατακάυσον καὶ τὴν σποδὸν λειοτριβήσας ἐμφύσα>. Πρὸς ὑπόχυμα κολλύριον ξηρόν. 20 Νίτρον γο β' κόψας, καὶ προσμῖξας πεπέρεως λευκοῦ τπγ' κόκκους ε' ἢ μέλανος κόκκους ι', καὶ φυλλάριον ὀλίγον ὁμοῦ συλλειώσας, χρῶ. 18 καὶ κρόκον σμύρνης g 20 ἢ ὀθόνιον —ἐμφύσα om Bg