Ancient Greek
90.2
Hippiatrica, Hippiatrica Berolinensia 90.2
Unproofread scanNot analysed yet
Ἱεροκλέους εἰς τὸ αὐτὸ καὶ περὶ πτερυγίων. Ἐὰν ὀφθαλμὸς διακοπῇ καὶ λήμαι φέρονται |παχεῖαι, καὶ δέος, μὴ ἐκρεύσῃ ὁ ὀφθαλμός, θεραπεύεται οὕτως· μνελὸν προβάτειον ἀπὸ τῶν μηρῶν τρῖψας ἐνάλειφε, καὶ κάτεχε τῇ χειρὶ ἐπὶ τινα χρόνον δις τῆς ἡμέρας. καλὸν δέ, εἰ ὁ μνελὸς εἴη πρόσφατος. ἐὰν δὲ μὴ ἔχῃς μυελόν, στέαρ χήνειον ἢ καὶ τῶν κατοικιδίων ὀρνίθων τρῖψας ἐπῖχρε. καὶ ὁ μνελὸς δὲ μετὰ χηνείου στέατος μεμιγμένος ὠφελεῖ. ὅταν δὲ ἀναπληρωθῇ τὸ τραῦμα καὶ ἡ διακοπὴ ἀπουλωθῇ, ὡς μηκέτι λήμας φέρεσθαι, ἐνάλειφε τῷ φαρμάκῳ τῷ ὑπογεγραμμένῳ· χαλκάνθης ὀβολὸν α’, σμύρνης ὀβολοὺς β’, κρόκον δραχμὴν μίαν, μνελοῦ προβατείου στατῆρα, προλειώσας τὸν μυελόν, εἶτα τρῖψας ἅμα πάντα, καὶ ἐπιχέας Ἀττικοῦ μέλιτος, χρῶ καὶ ἀπόσμηχε τὴν οὐλὴν.