Ancient Greek
90.4
Hippiatrica, Hippiatrica Berolinensia 90.4
Unproofread scanNot analysed yet
ἐὰν δὲ θολερὸς ποτε γένηται ὁ ὀφθαλμὸς ἐξ οὐλῆς ἢ ἄλλης αἰτίας ἢ παρατρῖψεως, ἢ ἀχλὺς αὐτὸν ἐπιδράμῃ, κεῖρας τὴν ἐν τῷ προσώπῳ φλέβα τὴν ὑπὸ τὸ μῆλον, τῇ ὑστεραία |ἐνάλειφε, ὡς προεῖρηται. ἔνιοι δὲ ἰοῦ, σμύρνης, ἀφρονίτρου Ἀλεξανδρίνου τρῖψαντες καὶ μέλιτι Ἀττικῷ συλλεάναντες, χρῶνται. εὐχρηστον γε μὴν βοήθημα, καὶ παραυτίκα τοῦ συμβαίνοντος ἐμφυσᾶν οἴνῳ, διαστεῖλαντα τὸν ὀφθαλμόν. εἰ δὲ φλεγμονὴ γένοιτο, ἄλφιτα ἀναμίξαντα οἴνῳ καταπλάσσειν καὶ ἐπιδεσμεῦν. ὅταν δὲ ῥευματιζομένου μὴ ἴστηται τὸ ῥεῦμα, σπόγγῳ τὸ ὑποτρέχον ἀπόμασσε διακαθαίρων. καὶ τοῦτο δὲ ῥευματιζομένοις χρήσιμον· λιθάργυρον τρῖψαντα καὶ πλύναντα, καὶ ὀσχνάμου χυλόν, ἴσον ἐκάτερον, καὶ ὅποῦ μήκωνος τὸ