Ancient Greek
99.1
Hippiatrica, Hippiatrica Berolinensia 99.1
Unproofread scanNot analysed yet
εἶτα οἶνον αὐστηροῦ καὶ ἀμόργης ἴσον καὶ ἐλαίου τὸ ἥμισυ καὶ σίδια ἐν τῷ αὐτῷ ἐφήσας, ὅσον ἔσω· εἶτα καινὴν κύστιν λαβὼν ἐντίθει, καὶ ποίησον αὐτὴν πεφυσημένην ἐγκείσθαι, καὶ ἐπόδησον αὐτήν, ἵνα τὸ πνεῦμα κατέσχη, καὶ τὸ αἰδοῖον ἐπίδησον τρίς ἐν διαστήματος, ἵνα ἡ μὲν κύστις ἔνδον μείνη, τὸ δὲ οὐρον ἐπκρίνηται. ἔχει δὲ καὶ δάφνης φύλλα κατακαύσας μετὰ οἴνου μέλενος αὐστηροῦ, δώδεκα δὲ ἡμέρας διαλιπὼν τὸ ἅμματα ἔλεε, καὶ τὴν κύστιν κέν[τησον. καὶ τοῦ πνεύματος ἐππεσόντος, ἔξελε αὐτήν, καὶ τὴν ἵππον καλῶς τρέφε μετὰ ἡσυχίας. συμφέρει γὰρ αὐτὴν εὐσαρκοτέραν εἶναι.