Ancient Greek
99.2
Hippiatrica, Hippiatrica Berolinensia 99.2
Unproofread scanNot analysed yet
15 <Κεφάλαιον ιε'> περὶ κυήσεως καὶ ἐμβρύου διαφθορᾶς. Τερχκλέους. 1 Ὡς μὴ δοκεῖν ἡρνηκέναι τι τῶν τοιούτων, βραχέα περὶ κυήσεως καὶ διαφθορᾶς ἐμβρύου λέξομεν. ἀπὸ τῆς συλλήψεως τοίνυν ἵππος κύει μηνὶν ια' καὶ ἡμέρας ι'. ἐὰν δὲ συμβῇ ταύτην θάττον ἀποκυῆσαι, τούτ' ἐστι μηνῶν θ' καὶ ἡμερῶν η', ἀνατρέφεσθαι μὲν εἴωθε τὸ πωλίον καὶ τελειοῦσθαι. χρή δὲ αὐτὸ τῆς ἀγέλης ἀποκρίνειν τῷ μὴ σπουδαῖον εἶναι.