Ancient Greek · ~9 min
ΚΩΑΚΑΙ ΠΡΟΓΝΩΣΙΕΣ.
Hippocrates, Coa praesagia ΚΩΑΚΑΙ ΠΡΟΓΝΩΣΙΕΣ.
Not analysed yet
Ι. 1. Οἱ ἐκ ῥίγεος περιψυχόμενοι, κεφαλαλγέες, τράχηλον ὀδυνώδεες, ἄφωνοι, ἐφιδροῦντες, ἐπανενέγκαντες θνήσκουσιν. 2. Ἀί μετὰ καταψύξιος δυσφορίαι κάκισται. 3. Κατάψυξις μετὰ σκληρυσμοῦ, ὀλέθριον. 4. Ἐκ καταψύξιος φόβος καὶ ἀθυμίη ἄλογος ἐς σπασμὸν ἀποτελευτᾷ. 5. Αἱ ἐκ καταψύξιος οὔρων ἀπολήψιες, κάκιστον. 6. Μετὰ ῥίγεος ἄγνοια κακόν· κακὸν δὲ καὶ λήθη. 7. Τὰ κωματώδεα ῥίγεα ὑπολέθρια· καὶ τὸ φλογῶδες ἐν προσώπῳ μεθ᾿ ἱδρῶτος ἐν τουτέοισι κακόηθες· ἐπὶ τουτέοισι ψύξις τῶν ὄπισθεν, σπασμὸν ἐπικαλέεται· καὶ ὅλως δὲ ψύξις τῶν ὄπισθεν, σπασμῶδες. 8. Αἱ ἐκ νώτου φρῖκαι πυκναὶ, καὶ ὀξέως μεταπίπτουσαι, δύσφοροι· οὖρου γὰρ ἀπόληψιν ἐπώδυνον σημαίνουσιν· τὸ ἐφιδροῦν τούτοισι κάκιστον. 9. Ῥῖγος ἐν συνεχεῖ, τοῦ σώματος ἀσθενέος ἤδη ἐόντος, θανάσιμον. 10. Οἱ πυκνὰ ἐφιδροῦντες καὶ ἐπιῤῥιγέοντες, ὀλέθριον· καὶ ἐπὶ τῇσι τελευτῇσιν ἀναφαίνονται ἐμπύημα ἔχοντες καὶ κοιλίας ταραχώδεας. 11. Τὰ ἐκ νώτου ῥίγεα δυσφορώτερα· ὅσα ἑπτακαιδεκάτῃ ἐπιῤῥιγώσαντα, τετάρτῃ καὶ εἰκοστῇ ἐπιῤῥιγοῖ, δύσκολα. 12. Οἱ φρικώδεες κεφαλαλγικοὶ ἐφιδροῦντες, κακοήθεες. 13. Οἱ φρικώδεες ἐφιδροῦντες πολλῷ, δύσκολοι. 14. Τὰ πολλὰ νωθρώδεα ῥίγεα, κακοήθεα. 15. Οἷσιν ἑκταίοισι ῥίγεα γίνεται, δύσκριτον. 16. Ὁκόσοισι φρῖκαι πυκναὶ ὑγιαίνουσιν, οὗτοι ἐξ αἵματος ῥύσιος ἐμπυΐσκονται. 17. Τὸ φρικῶδες καὶ τὸ δύσπνοον ἐν τοῖσι πόνοισι, σημεῖα φθινώδεα. 18. Ἐξ ἐμπυήσιος πλεύμονος καὶ κατὰ κοιλίην ἐνίοτε ἀλγήματα καὶ κληῗδα, καὶ τὸ ὑπορέγχειν ἀσωδέως, σημαίνει πτυέλου πλῆθος ἐν τῷ πλεύμονι. 19. Οἱ φρικώδεες, ἀσώδεες, κοπιώδεες, ὀσφυαλγέες, κοιλίας καθυγραίνονται. 20. Τὰ ἐπιῤῥιγέοντα, ἐς νύκτα μᾶλλόν τι παροξυνόμενα, ἄγρυπνα, φλεδονώδεα, ἐν τοῖσιν ὕπνοισιν ἔστιν ὅτε οὖρον ὑφ᾿ ἑωυτοὺς χαλῶντες, ἐς σπασμὸν ἀποτελευτᾷ. 21. Τὰ ξυνεχέα ῥίγεα ἐν ὀξέσι, πονηρόν. 22. Αἱ ἐκ ῥίγεος μετὰ κεφαλαλγίης ἐκλύσιες, ὀλέθριον· τὰ αἱματώδεα οὖρα ἐν τουτέοισι, πονηρόν. 23. Ῥῖγος ὀπισθοτονῶδες κτείνει. 24. Τὰ φρικάσαντα καὶ ἀνιδρώσαντα κρισίμως, ἐς δὲ τὴν αὔριον φρίξαντα παραλόγως, ἀγρυπνεῦντα, μὴ πεπαινομένων, αἱμοῤῥαγήσειν οἴομαι. 25. Τὰ μετὰ ῥίγεος ἐπισχόμενα οὖρα, πονηρὰ καὶ σπασμώδεα, ἄλλως τε καὶ προκαρωθέντι· ἐλπὶς δὲ ἐπὶ τούτοισι, καὶ τὰ παρὰ τὰ ὧτα. 26. Τὰ τριταιοφυέα ῥίγεα, τὴν ἐν μέσῳ παροξυνόμενα, πυρετῷ ἀτάκτῳ, πάνυ κακοήθεα· τἀναντία δὲ παροξυνόμενα . . . . . 27. Τῶν σπώντων τὰ μετὰ ῥίγεος καὶ πυρετοῦ, ὀλέθριον. 28. Αἱ ἐκ ῥίγεος ἀφωνίαι τρόμῳ λύονται· καὶ τὰ ἐπιῤῥιγεῦντα τρομώδεα γινόμενα κρίνει. 29. Οἱ ἐκ ῥίγεος μετὰ κεφαλαλγίης ἐκλυόμενοι, σφαλεροί· τὸ αἱματῶδες οὖρον τουτέοισι κακόν. 30. Οἷσι ῥῖγος, οὔρου ἐπίστασις.