Ancient Greek · ~37 min
Chapter 2
Hippocrates, Coa praesagia 2.1
Not analysed yet
ΙΙ. 31. Σπασμὸς ἐν πυρετῷ, χειρῶν καὶ ποδῶν πόνοι, κακόηθες· κακόηθες δὲ καὶ ἐκ μηροῦ ὁρμὴ ἀλγήματος· ἀλλ᾿ οὐδὲ γουνάτων πόνος κρήγυον· ἀτὰρ καὶ γαστροκνημιῶν πόνοι, κακοήθεες, ποτὲ δὲ καὶ γνώμης παράφοροι, ἄλλως τε καὶ ἢν οὖρον ἐναιωρηθῇ. 32. Οἱ ἐξ ὑποχονδρίων ἀλγήματος πυρετοὶ, κακοήθεες· τὸ καρῶδες ἐπὶ τούτοισι, κάκιστον. 33. Οἱ μὴ διαλείποντες, ἐφιδροῦντες πυκνὰ, μετὰ ὑποχονδρίου ἐντάσιος, ὡς ἐπιτοπουλὺ κακοήθεες· καὶ τὰ ἐς ἀκρώμιον καὶ κληῗδα ἐνστηρίζοντα ἀλγήματα ἐν τούτοισι πονηρά. 34. Οἱ τριταιοφυέες ἀσώδεες πυρετοὶ, κακοήθεες. 35. Αἱ ἐν πυρετῷ ἀναυδίαι, κακόν. 36. Κοπιώδεες, ἀχλυώδεες, ἄγρυπνοι, κωματώδεες, ἐφιδροῦντες, ἀναθερμαινόμενοι, κακόν. 37. Οἱ κοπιώδεες, μετὰ φρίκης, ἐφιδρώσαντες κρισίμως, ἀναθερμανθέντες, ἐν ὀξεῖ, κακὸν, ἄλλως τε καὶ ἢν ἐπιστάζῃ· περὶ ταῦτα ἰκτερώδεες, κατακορέες θνήσκουσι, λευκὸν διαχώρημα τουτέοισι προσδιέρχεται. 38. Οἱ τριταιοφυέες πλανώδεες, ἐς ἀρτίας μεταπεσόντες, δύσκολοι. 39. Οἱ ἐν κρισίμοισιν ἀλυσμοὶ ἀνιδρωτὶ περιψυχόμενοι, καὶ ἅπαντες δὲ οἱ ἄνευ ἱδρῶτος καὶ ἀκρίτως, κακόν· καὶ οἱ ἐπιῤῥιγώσαντες ἐκ τούτων, ἐμέσαντες ἄκρητα, χολώδεα, ἀσώδεες, τρομώδεες, ἐν πυρετῷ, κακόν· καὶ φωνὴ δὲ ὡς ἐκ ῥίγεος. 40. Τὰ δὲ ἐκ ῥινῶν σμικροῖσιν ἱδρῶσι περιψύχοντα, κακόν. 41. Οἱ ἐφιδροῦντες, ἄγρυπνοι, ἀναθερμαινόμενοι, κακόν. 42. Οἱ ἐφιδρῶντες ἐν πυρετῷ, κακοήθεες. 43. Οἷσι, χολώδεος διαχωρήσιος ἐούσης, περὶ στῆθος δῆξις καὶ πικρότης, κακόν. 44. Ἐν πυρετῷ, κοιλίης ἐμφυσωμένης, πνεῦμα μὴ διεκπῖπτον, κακόν. 45. Κοπιώδεες. λυγγώδεες, κάτοχοι, κακοί. 46. Ἐκ νώτου πυκινῇσι καὶ λεπτῇσι φρίκῃσιν ἐφιδροῦντες, δύσφοροι· οὔρου ἀπόληψιν ἐπώδυνον σημαίνει· τὸ ἐφιδροῦν τούτοισι, κακόν. 47. Τὸ παρὰ τὸ ἔθος ποιέειν τι, οἷον προθυμέεσθαι προσδέχεσθαί τι πρότερον μὴ εἰθισμένον, ἢ τοὐναντίον, πονηρὸν καὶ πλησίον παρακοπῆς. 48. Τὰ ἐν πονηροῖσι σημείοισι κουφίζοντα, καὶ τὰ ἐν χρηστοῖσι μὴ ἐνδιδόντα, δύσκολα. 49. Οἱ ἐφιδροῦντες καὶ μάλιστα κεφαλὴν ἐν ὀξέσιν, ὑποδύσφοροι, κακὸν, ἄλλως τε καὶ ἐπ᾿ οὔροισι μέλασι· καὶ τὸ θολερὸν ἐπὶ τούτοισι πνεῦμα, κακόν. 50. Ἄκρεα ταχὺ ἐπ᾿ ἀμφότερα μεταπίπτοντα, καὶ δίψα δὲ τοιαύτη, πονηρόν. 51. Ἐκ κοσμίου θρασεῖα ἀπόκρισις, φωνὴ ὀξεῖα, κακόν· ὑποχόνδρια τουτέοισιν εἴσω εἰρύαται. 52. Τὰ ἐκ καταψύξιος ἱδρώδεος ταχὺ ἀναθερμαινόμενα, κακόν. 53. Οἱ ἐν ὀξέσιν ἐφιδροῦντες, ὑποδύσφοροι, κακόν. 54. Οἱ παραλόγως, κενεαγγείης μὴ ἐούσης, ἀδύνατοι, κακόν. 55. Ἐν πυρετῷ ἕλξις οἷος ἀπὸ ἐμέτου ἐς ἀνάχρεμψιν ἀποτελευτῶσα, κακόν. 56. Νάρκαι ἐς ἀμφότερα ταχὺ μεταπίπτουσαι, κακόν. 57. Στάξιες αἱ ἐλάχισται, κακαί. 58. Κακὸν δὲ πάντως ἐν ὀξεῖ δίψα παραλόγως λυθεῖσα. 59. Οἱ πρὸς χεῖρα ἀναΐσσοντες, κακοί. 60. Οἷσιν ἅμα πυρετῷ καυσώδει οἰδήματα ὑπνώδεα νενωθρευμένα, ἐς πλευρὸν ὀδύνη ἐπελθοῦσα, παραπληκτικῶς κτείνει. 61. Πνιγμὸς ἐν ὀξέσιν, ἰσχνοῖσιν, ὀλέθριον. 62. Ἐπὶ τοῖσιν ἤδη ὀλεθρίοισι τὰ σμικρὰ τρομώδεα, καὶ ἰώδης ἔμετος, οἱ ἐν τοῖσι ποτοῖσιν ὑποψοφέοντες καὶ ὑποβορβορύζοντες ξηροῖσι, καὶ οἱ χαλεπῶς καταβροχθίζοντες πνεύματι βηχώδει, ὀλέθριοι. 63. Ἐν ὀξέσι κατεψυγμένοισι τὰ ἐν χερσὶ καὶ ποσὶν ἐρυθήματα, ὀλέθρια. 64. Οἱ ἐκφυσῶντες καὶ ἀνακεκλασμένοι ἐν τοῖσιν ὕπνοισιν ὑποβλέποντες, ἰκτερώδεες κατακορέες θνήσκουσιν· λευκὸν διαχώρημα τούτοισι προδιέρχεται. 65. Αἱ ἐν πυρετοῖσιν ἐκστάσιες σιγῶσαι μὴ ἀφώνῳ, ὀλέθριαι. 66. Τὰ πελιδνὰ γινόμενα ἐν πυρετῷ σύντομον θάνατον σημαίνει. 67. Οἷσιν ἐν πυρετῷ, ἀλγήματος πλευροῦ γενομένου, κοιλίης ὑδατόχολα πολλὰ διαδιδούσης, ῥηΐζει, ἀσιτίαι δὲ παρακολουθοῦσι καὶ ἱδρῶτες μετὰ προσώπου εὐχροίης, καὶ κοιλίης ὑγρῆς, καί τι καὶ καρδιαλγίης, οὗτοι μακροτέρως νοσήσαντες περιπλευμονικῶς τελευτῶσιν. 68. Πυρέσσοντι ἐν ἀρχῇ μέλαινα χολὴ ἄνω ἢ κάτω διελθοῦσα, θανάσιμον. 69. Οἱ μετὰ καταψυξίων οὐκ ἀπύρων ἐφιδρῶντες ἄνω, δύσφοροι, φρενιτικοί τε καὶ ὀλέθριοι. 70. Ἐν ὀξεῖ τὰ ἐπ᾿ ὀλίγον ὀξέα ἀλγήματα ἐς κληῗδα καὶ τὰ νῶτα ἐμπίπτοντα, ὀλέθρια. 71. Ἐν μακροῖσιν ὀλεθρίοισιν, ἕδρης ἄλγημα, θανάσιμον. 71. Τοῖσιν ἀσθενέως ἤδη διακειμένοισι, τὸ μὴ βλέπειν, ἢ μὴ ἀκούειν, ἢ διαστρέφεσθαι χεῖλος ἢ ὀφθαλμὸν ἢ ῥῖνα, θανάσιμον. 73. Ἐν πυρετοῖσι βουβῶνος ἄλγημα νοῦσον χρονίην σημαίνει. 74. Αἱ ἐν πυρετοῖσιν ἀκρισίαι χρόνους μὲν ποιέουσιν, ἀτὰρ οὐχὶ ὀλέθριαι. 75. Οἱ ἐξ ἀλγημάτων ἰσχυρῶν πυρετοὶ, πολυχρόνιοι. 76. Αἱ τρομώδεες, ψηλαφώδεες παρακρούσιες, φρενιτικαί· καὶ οἱ κατὰ γαστροκνημίην πόνοι ἐν τούτοισι, γνώμης παράφοροι. 77. Ὅσοι ἐν ξυνεχεῖ ἄφωνοι κείμενοι, μύοντες σκαρδαμύσσουσιν, ἢν, αἵματος ῥυέντος ἐκ ῥινῶν, ἐμέσαντες φθέγξωνται, καὶ παρ᾿ αὐτοῖσι γένωνται, σώζονται· μὴ γενομένων δὲ τούτων, δύσπνοοι γενόμενοι θνήσκουσι ξυντόμως. 78. Οἱ λαβόντες, ἐς τὴν αὔριον παροξυνθέντες, τρίτην ἐπισχόντες, τετάρτην παροξυνθέντες, κακόν· ἦρά γε καὶ φρενιτικοὶ οἱ τοιοῦτοι παροξυσμοί; 79. Ὁκόσοισιν ἐκλείπουσιν οἱ πυρετοὶ μὴ κατὰ κρισίμους, ὑποτροπικόν. 80. Οἱ ἐν ἀρχῇ λεπτοὶ μετὰ κεφαλῆς σφυγμοῦ καὶ οὔρου λεπτοῦ, πρὸς κρίσιν παροξύνονται· θαῦμα δὲ οὐδὲν, εἰ καὶ παρακοπὴ καὶ ἀγρυπνίη γένοιτο. 81. Ἐν ὀξέσι κίνησις, ῥιπτασμὸς, ὕπνος ταραχώδης, σπασμὸν ἐνίοισι σημαίνει. 82. Αἱ ταραχώδεες θρασύτητι ἐγέρσιες παράφοροι, πονηρὸν, καὶ σπασμώδεες, ἄλλως τε καὶ μεθ᾿ ἱδρώτων· σπασμώδεες δὲ καὶ τραχήλου καὶ μεταφρένου δοκέουσι ψύξιες, ἀτὰρ καὶ ὅλου τοῦ σώματος, ἐν τούτοισιν ὑμενώδεες οὐρήσιες. 83. Αἱ ἐν καύμασι παρακρούσιες, σπασμώδεες. 84. Αἱ ἐπ᾿ ὀλίγον θρασέες παρακρούσιες, θηριώδεες, καὶ σπασμοὺς δὲ προσημαίνουσιν. 85. Ἐν τοῖσι μακροῖσι κοιλίης ἄλογοι ἐπάρσιες, σπασμώδεες. 86. Τὰ εὐθὺ ταραχώδεα, ἄγρυπνα, ἐπιστάζοντα ἐκ ῥινῶν, ἑκταῖα κουφισθέντα νύκτα, πονήσαντα δὲ ἐς τὴν αὔριον, ἐφιδρώσαντα, κατενεχθέντα, παρακρούσαντα, αἱμοῤῥοεῖ λαύρως, καὶ λύει τὰ πάθεα· τὸ ὑδατῶδες οὖρον τοιαῦτα σημαίνει, εἰ μετὰ τῶν εἰρημένων. 87. Τῶν ἐξισταμένων μελαγχολικῶς, οἱ τρομώδεες γενόμενοι, κακοήθεες. 88. Παραφροσύνη ἐν πνεύματι καὶ ἱδρῶτι, θανατώδης· θανατώδης δὲ καὶ ἐν πνεύματι καὶ λυγμῷ. 89. Ἐνύπνια τὰ ἐν φρενίτιδι, ἐναργῆ. 90. Ἐν φρενίτιδι διαχωρήσιες λευκαὶ, καὶ νωθρότης, κακόν· ῥῖγος τουτέοισι κάκιστον. 91. Ἐν τοῖσι φρενιτικοῖσιν ἐν ἀρχῇσι τὰ ἐπιεικῶς ἔχοντα, πυκνά τε μεταπίπτοντα, κακόν. 92. Τῶν ἐξισταμένων μελαγχολικῶς, οἷς τρόμοι ἐπιγίνονται, κακόν. 93. Οἱ ἐξιστάμενοι μελαγχολικῶς, τρομώδεες γινόμενοι καὶ πτυαλίζοντες, ἦρά γε φρενιτικοί; 94. Οἱ ἐκστάντες ὀξέως ἐπιπυρέξαντες, φρενιτικοὶ γίνονται. 95. Οἱ φρενιτικοὶ βραχυπόται, ψόφου καθαπτόμενοι, τρομώδεες ἢ σπασμώδεες. 96. Τὰ ἐν φρενιτικοῖσι νεανικῶς τρομώδεα, θανάσιμα. 97. Αἱ περὶ ἀναγκαῖα παραφροσύναι, κάκισται, οἱ ἐκ τούτων παροξυνόμενοι, ὀλέθριοι. 98. Αἱ παρακρούσιες, φωνῇ κλαγγώδεες, γλώσσῃ σπασμώδεες, καὶ αὐτοὶ τρομώδεες γινόμενοι, ἐξίστανται· σκληρυσμὸς τούτοισιν ὀλέθριον. 99. Αἱ προεξαδυνατησάντων παραφροσύναι, κάκισται. 100. Τὰ ἐν φρενιτικοῖσι πυκνὰ μεταπίπτοντα, σπασμώδεα, πονηρά. 101. Οἱ ἐν φρενιτικοῖσι μετὰ καταψύξιος πτυαλίζοντες, μέλανα ἔμετον δηλοῦσιν. 102. Τοῖσι ποικίλως διανοσέουσι καὶ παρακρούουσι, πυκινὰ κωματώδεσι, προσδέχεσθαι λέγε μέλανα ἔμετον. 103. Τὰ παροξυνόμενα τρόπον σπασμώδεα, κάτοχα. 104. Τὰ παρ᾿ οὖς ἐπάρματα ἐν μακροῖσι, σμικρὰ, αἱμοῤῥώδεα καὶ σκοτώδεα ἐπιφαινόμενα, ὀλέθρια. 105. Οἱ λυγγώδεες πυρετοὶ καὶ ἄνευ εἰλέων καὶ μετὰ εἰλέων, ὀλέθριοι. 106. Οἷσι πνευματίῃσιν ἐοῦσιν ἴκτερος καὶ πυρετὸς ὀξὺς, μετὰ ὑποχονδρίου ξυντόνου καταψυχθεῖσι παρ᾿ οὖς μέγα ἔπαρμα. 107. Οἷσιν ἂν ἐν πυρετῷ ὀδύναι γενόμεναι περὶ ὀσφὺν καὶ τὰ κάτω χωρία, φρενῶν ἅπτονται, ἐκλείπουσαι τὰ κάτω, ὀλέθρια, ἄλλως τε κἢν ἄλλο τι σημεῖον προσγένηται πονηρόν· ἢν δὲ τἄλλα σημεῖα μὴ πονηρὰ γένηται, ἔμπυον γενήσεσθαι ἐλπίς. 108. Παιδίοισιν ὀξὺς πυρετὸς καὶ κοιλίης ἐπίστασις μετὰ ἀγρυπνίης, καὶ τὸ ἐκλακτίζειν, καὶ τὸ χρῶμα μεταβάλλειν, καὶ ἴσχειν ἔρευθος, σπασμῶδες. 109. Τὰ εὐθὺ ταραχώδεα, ἄγρυπνα, μέλανα δὲ τὰ σύνθετα, αἱμοῤῥοεῖ ἔνια. 110. Τὰ ἀγρυπνήσαντα ἐξαίφνης ἀλυσμῷ, αἱμοῤῥοέει, ἄλλως τε καὶ ἤν τι προεῤῥυήκῃ· ἦρά γε καὶ μεταφρίξαντες; 111. Οἱ ἐπ᾿ ὀλίγον περιψύχοντες, περὶ δὲ τοὺς παροξυσμοὺς βήσσοντες, καὶ ἐριδροῦντες σμικρὸν, κακοήθεες· ἐς πλευρὸν ὀδύνης καὶ πνιγμοῦ προσγενομένου, οὗτοι ἐμπυοῦνται. 112. Οἷσιν ἐν συνεχέσι φλυζάκια κατὰ πᾶν τὸ σῶμα ἐκφύει, θανάσιμον, μὴ γινομένου πυώδεος ἀποστήματος· μάλιστα δὲ εἴθισται γίνεσθαι τούτοισι παρ᾿ οὖς. 113. Ἐν ὀξεῖ τὰ μὲν ἔξωθεν περιψύχεσθαι, τὰ δὲ εἴσωθεν καίεσθαι, καὶ διψῇν, κακόν. 114. Οἱ συνεχέες διὰ τρίτης ἐπιτείνοντες, ἐπικίνδυνοι· οἷσι δ᾿ ἄν ποτε πυρετὸς διαλίπῃ, ἀκίνδυνον. 115. Ἐν μακροῖσι πυρετοῖσιν ἢ φύματα, ἢ ἐς ἄρθρα πόνοι ἐγγίνονται, καὶ ἢν γένωνται, οὐκ ἄχρηστοι. 116. Κεφαλαλγίη ἐν ὀξεῖ, ὑποχόνδριον ἀνεσπασμένον, μὴ ῥυέντος αἵματος ἐκ ῥινέων, ἐς φρενιτικὸν περιίσταται. 117. Τὰ λειπυρικὰ, μὴ χολέρης ἐπιγινομένης, οὐ λύεται. 118. Ἴκτερος πρὸ μὲν τῆς ἑβδόμης ἡμέρης ἐπιγενόμενος, κακόν· ἑβδόμῃ δὲ, καὶ ἐνάτῃ, καὶ ἑνδεκάτῃ, καὶ τεσσαρεσκαιδεκάτῃ, κρίσιμον, μὴ σκληρύνων ὑποχόνδρια· ἢν δὲ μὴ, ἐνδοιαστόν. 119. Αἱ πυκναὶ διὰ τῶν αὐτῶν ὑποστροφαὶ, περὶ κρίσιν ἐμετώδεες, μελάνων ἔμετον ποιέουσιν· γίνονται δὲ καὶ τρομώδεες. 120. Τὰ ἐν τριταίοισιν ἅμα πυρετοῖσιν ἀλγήματα παροξυνόμενα τριταιογενῆ, ποιέεται θρομβώδεα αἵματα διαχωρέειν. 121. Ἐν πυρετοῖσι κατὰ φλέβα τὴν ἐν τῷ τραχήλῳ σφυγμὸς καὶ πόνος ἐς δυσεντερίην ἀποτελευτᾷ. 122. Τὸ μεταβάλλειν πολλάκις χρῶμα καὶ θερμασίην, χρήσιμον. 123. Τοῖσι χολώδεσι πνεῦμα μέγα, καὶ πυρετὸς ὀξὺς μετὰ ὑποχονδρίου ἐντάσιος, τὰ παρ᾿ οὖς ἀνίστησιν. 124. Οἱ ἐκ μακρῶν ἀναλαμβάνοντες, εὔσιτοι, μηδὲν ἐπιδιδόντες, ὑποστρέφουσι κακοηθέως. 125. Οἷσιν ἐν πυρετοῖσι φλέβες αἱ ἐν κροτάφοισι σφυγματώδεες, καὶ πρόσωπον ἐῤῥωμένον, καὶ ὑποχόνδριον μὴ λαπαρὸν, χρόνιον· καὶ οὐ παύονται χωρὶς αἵματος ῥύσιος ἐκ ῥινῶν πολλῆς, ἢ λυγγὸς, ἢ σπασμοῦ, ἢ ὀδύνη ἰσχίων. 126. Ἐν καύσῳ κοιλίη καταῤῥαγεῖσα, θανάσιμον. 127. Ἐκ κοιλίης ἀλγήματος ἐπιπόνου πυρετὸς καυσώδης, ὀλέθριον. 128. Ἐν τοῖσι καυσώδεσιν, ἤχων προσγενομένων μετὰ ἀμβλυωγμοῦ καὶ κατὰ ῥῖνας βάρους, ἐξίστανται μελαγχολικῶς, μὴ αἱμοῤῥαγήσαντες. 120. Τοὺς ἐν καύσοισι τρόμους παρακοπὴ λύει. 130. Ἐν καύσῳ ῥύσις ἐκ μυκτήρων τεταρταίῳ, κακὸν, ἢν μή τι ἄλλο ἀγαθὸν ξυμπέσῃ· πεμπταίῳ δὲ, ἧσσον κινδυνῶδες. 131. Ἐν τοῖσι καυσώδεσιν ὑποπεριψύχουσι, διαχωρήμασιν ὑδατοχόλοισι, συχνοῖσιν, ὀφθαλμῶν ἴλλωσις, κακὸν, ἄλλως τε κἢν κάτοχοι γένωνται. 132. Καῦσος, ῥίγεος ἐπιγενομένου, λύεται. 133. Καῦσοι ὑποτροπιάζειν εἰώθασι, καὶ ἡμέρας τέσσαρας ἐπισημήναντες, ἔπειτα ἐξιδροῦσιν· εἰ δὲ μὴ, τῇ ἑβδόμῃ. 134. Τοὺς καυσώδεας διακρίνουσιν αἱ τεσσαρεσκαίδεκα ἡμέραι, κουφίζουσαι ἢ ἀναιροῦσαι. 135. Ἐκ καύσου, μὴ γενομένου πυώδεος παρ᾿ οὖς ἀποστήματος, οὐ πάνυ σώζονται. 136. Οἱ ληθαργικοὶ τρομώδεες ἀπὸ χειρῶν, ὑπνώδεες, δύσχρωτες, οἰδηματώδεες, σφυγμοῖσι νωθροῖσι, καὶ μετάρσια τὰ ὑποφθάλμια, καὶ ἱδρῶτες ἐπιγίνονται, καὶ κοιλίας χολώδεας καὶ ἀκρατέας ἢ καταξήρους ἴσχουσιν, οὖρα καὶ διαχωρήματα προϊόντα λαθραίως, τὸ οὖρον ὑποζυγίου, πιεῖν τε οὐκ αἰτέουσιν, οὐδὲ θάτερον οὐδέν· ἔμφρονες δὲ γενόμενοι, τράχηλον ἐπώδυνόν φασιν ἔχειν, καὶ διὰ τῶν οὐάτων ἤχους διαΐσσειν· ὁκόσοι δὲ σώζονται τῶν ληθαργικῶν, ἔμπυοι ὡς ἐπιτοπολὺ γίνονται.