Ancient Greek · ~5 min
Chapter 12
Hippocrates, Coa praesagia 12
Not analysed yet
XII. 240. Αἱ μετ᾿ ἐκλύσιος ἀφωνίαι, κάκισται. 241. Αἱ ἐπ᾿ ὀλίγον θρασέες παρακρούσιες, πονηρὸν καὶ θηριῶδες. 242. Οἷσι φωνὴ ἅμα πυρετῷ ἐκλείπει μετὰ ἀκρισίας, τρομώδεες θνήσκουσιν. 243. Αἱ ἐν πυρετῷ ἀφωνίαι σπασμώδεα τρόπον, ἐκστᾶσαι σιγῇ, ὀλέθριον. 244. Αἱ ἐκ πόνου ἀφωνίαι, δυσθάνατοι. 245. Αἱ μετ ἐκλύσιος κατόχως ἀφωνίαι, ὀλέθριοι. 246. Αἱ κατακλώμεναι φωναὶ μετὰ φαρμακείην, ἦρα πονηρόν; τουτέων οἱ πλεῖστοι ἐφιδροῦσι, καὶ κοιλίας καθυγραίνονται. 247. Ἐν ἀφωνίῃ πνεῦμα οἷαν τοῖσι πνιγομένοισι πρόχειρον. πονηρόν· ἦρά γε καὶ παρακρουστικόν; 248. Αἱ ἐκ κεφαλαλγίης ἀφωνίαι ἅμα ἱδρῶτι πυρετώδεες, χαλῶντα ὑπ᾿ αὐτοὺς, ἀνιέντα, χρονιώτερα· ἐπιῤῥιγοῦν τουτέοισιν, οὐ πονηρόν. 249. Αἱ μετὰ ἀφωνίης ἐκστάσιες, ὀλέθριοι. 250. Αἱ τοῖσιν ἐπιῤῥιγέουσιν ἀφωνίαι, θανάσιμον· εἰσὶ δὲ κεφαλαλγέες οἱ τοιοῦτοι ἐπιεικέως. 251. Αἱ μετ᾿ ἐκλύσιος ἀφωνίαι ἐν πυρετῷ ὀξεῖ ἀνιδρωτί εἰσι μὲν θανάσιμοι, ἧσσον δὲ τῷ ἐφιδροῦντι, χρόνον δὲ σημαίνει· ἴσως δὲ καὶ οἱ ἐξ ὑποστροφῆς παθόντες τι τοιοῦτον, ἀσφαλέστατοι, ὀλεθριώτατοι δὲ τῶν τοιουτέων, οἷσι τὰ ἐκ ῥινέων, καὶ οἷσι κοιλίαι καθυγραίνονται. 252. Ὀξυφωνίη κλαυθμώδης, καὶ ὀμμάτων ἀμαύρωσις, σπασμῶδες· οἱ ἐς τὰ κάτω πόνοι τουτέοισιν εὔφορον. 253. Ἅμα φωνῇ τρομώδει, λύσις κοιλίης παράλογος, ἐν τοῖσι διεστηκόσι χρονίοισιν ὀλέθριον. 254. Αἱ πυκναὶ ὑποκαρώδεες ἀφωνίαι ξύστασιν φθινώδεα προσημαίνουσιν.