Ancient Greek · ~2 min
Chapter 13
Hippocrates, Coa praesagia 13
Not analysed yet
XIII. 255. Πνεῦμα πυκνὸν μὲν καὶ σμικρὸν ἐὸν, φλεγμονὴν καὶ πόνον ἐν τοῖσι καιρίοισι τόποισι σημαίνει· μέγα δὲ καὶ διὰ πολλοῦ, παραφροσύνην ἢ σπασμόν· ψυχρὸν δὲ, θανάσιμον· θανάσιμον δὲ καὶ πυρετῶδες καὶ λιγνυῶδες πνεῦμα, ἧσσον δὲ τοῦ ψυχροῦ· καὶ τὸ μέγα ἔξω πνεόμενον, σμικρὸν δὲ εἴσω, καὶ τὸ σμικρὸν ἔξω. μέγα δὲ εἴσω, κάκιστον δὴ καὶ πλησίον θανάτου· καὶ τὸ ἐκτεῖνον καὶ κατεπεῖγον, καὶ ἀμαυρὸν, καὶ διπλῆ εἴσω ἐπανάκλησις, ὁκοῖον ἐπεισπνέουσιν· εὔπνοια δὲ ἐν πᾶσιν, ὁκόσα ἐν πυρετῷ ὀξεῖ, κἢν ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνηται, μεγάλην ἔχει ῥοπὴν ἐς σωτηρίην.