Ancient Greek · ~16 min
Chapter 15
Hippocrates, Coa praesagia 15.1
Not analysed yet
XV. 273. Ὑποχόνδριον δὲ χρὴ μαλθακὸν εἶναι καὶ ἄπονον καὶ ὁμαλές· φλεγμαῖνον δὲ, ἢ ἀνωμάλως ἔχον, ἢ ἀλγούμενον, σημεῖον ἀῤῥωστίης ἐστὶν οὐκ εὐήθεος. 274. Οἴδημα δὲ ἐν ὑποχονδρίοισι, σκληρόν τε ἐὸν καὶ ἐπώδυνον, κάκιστον μὲν, εἰ παρὰ πάντων εἴη τῶν μερέων· τῶν δὲ ἐκ τοῦ ἑνὸς μέρεος, ἀκινδυνότερον τὸ ἐκ τῶν ἀριστερῶν· σημαίνει δὲ ἐν ἀρχῇ μὲν τὰ τοιαῦτα θάνατον σύντομον, ὑπερβάλλοντα δὲ τὰς εἴκοσι, τοῦ πυρετοῦ μένοντος, ἐμπύησιν· γίνεται δὲ τούτοισιν ἐν τῇ πρώτῃ περιόδῳ ῥῆξις αἵματος διὰ ῥινῶν, καὶ κάρτα ὠφελέει· τὰ γὰρ πολλὰ κεφαλὴν οὗτοι πονέουσι, καὶ ὄψις ἀμαυροῦται, καὶ μᾶλλον εἰς ταῦτα προσγίνεσθαι προσδέχου τὴν ῥῆξιν, ἡλικίῃσι δὲ πέντε καὶ τριήκοντα ἐτέων, τοῖσι δὲ πρεσβυτέροισιν ἧσσον. 275. Τὰ μαλθακὰ δὲ καὶ ἀνώδυνα τῶν οἰδημάτων, χρονιώτερα δὲ τὰς κρίσιας ποιέεται, καὶ ἧσσόν ἐστιν ἐπικίνδυνα· τὰς δὲ ἑξήκοντα καὶ ταῦτα ὑπερβάλλοντα, τοῦ πυρετοῦ μένοντος, ἐμπυοῦται. Παραπλήσια δὲ σημαίνει τοῖσιν ἐν ὑποχονδρίοισι καὶ τὰ περὶ κοιλίην, πλὴν ἧσσον ἐκπυοῦται ταῦτα ἐκείνων, ἥκιστα δὲ ὑπ᾿ ὀμφαλόν· καὶ γίνεται δὲ ταῦτα μὲν ἐν χιτῶνι, τὰ δ᾿ ἄνω κεχυμένα· θανάσιμα δ᾿ ἐστὶν αὐτῶν, ὅσα ἂν εἴσῳ ῥαγῇ· τῶν δὲ λοιπῶν ἐμπυημάτων τὰ μὲν ἔξω ῥηγνύμενα, βέλτιστον μὲν ὡς εἰς ἐλάχιστον καὶ ὀξύτατον συλλέγεσθαι· τὰ δὲ εἴσω, μήτε ὄγκῳ, μήτε πόνῳ, μήτε χρώματι διάδηλον ἔξω ποιέειν· τὸ δὲ ἐναντίον κάκιστον· τινὰ δὲ τούτων διὰ πάχος πύου οὐ διασημαίνει. Τὰ δὲ πρόσφατα τῶν ἐν τοῖσιν ὑποχονδρίοισιν ἐπαρμάτων, ἢν μὴ σὺν φλεγμονῇ ᾖ, καὶ τοὺς ἀπ᾿ αὐτῶν πόνους λύει βορβορυγμὸς γενόμενος ἐν ὑποχονδρίῳ, καὶ μάλιστα μὲν διεκπεσὼν δι᾿ οὔρων καὶ διαχωρημάτων· εἰ δὲ μὴ, καὶ αὐτὸς διαπεραιωθείς· ὠφελεῖ δὲ καὶ ὑποκαταβὰς ἐς τὰ κάτω χωρία. 276. Σφυγμὸς ἐν ὑποχονδρίῳ μετὰ θορύβου, παρακρουστικὸν, καὶ μᾶλλον ἢν αἱ ὄψιες πυκνὰ κινέωνται. 277. Καρδίης πόνος καὶ σφυγμὸς ὑποχονδρίων, πυρετοῦ περιψυχθέντος, κακὸν, ἄλλως τε κἢν ἐφιδρῶσιν. 278. Ἐς ὑποχόνδριον ἐμπίπτοντα ἀλγήματα, ἄλλως τε πονηρὸν, καὶ ἢν κοιλίας καθυγραίνῃ· κακίω δὲ, ἐν ὀλίγῳ γινόμενα· καὶ τὰ παρ᾿ οὖς τε ἀνιστάμενα ἐκ τουτέων, κακοήθεα, καὶ τὰ ἄλλα ἐκπυήματα. 279. Καρδιαλγικὰ καὶ μετὰ στρόφου, κοιλίης θηρία καταῤῥήγνυται. 280. Καρδίης ἄλγημα, πρεσβυτέρῳ πυκνὰ ἐπιφοιτέον, θάνατον ἐξαπίναιον σημαίνει. 281. Οἷσιν ὑποχόνδρια μετεωρίζεται, κοιλίης ἐπιστάσης, κακόν· μάλιστα δὲ ἐν φθινώδεσι τῶν μακρῶν, καὶ οἷσι κοιλίαι ὑγραίνονται. 282. Ἐν ὑποχονδρίῳ φλεγμονὴ ἀποπυητικὴ, ἔστιν οἷς πρὸ τῶν θανάτων μέλανα διαχωρέει. 283. Ὑποχονδρίων σύντασις, μετὰ κώματος ἀσώδεος, κεφαλαλγικῷ, τὰ παρ᾿ οὖς ἐπαίρει. 284. Μετὰ ὑποχονδρίων ἔπαρσιν, τοῖσι χολώδεσι, πνεῦμα μέγα καὶ πυρετὸς ὀξὺς τὰ παρ᾿ οὖς ἐπαίρει. 285. Ἐν ὑποχονδρίων ἀλγήματι, ὑποβορβύζοντι, ὀσφύος ἄλγημα ἐπιγενόμενον ἐν πυρετοῖς κοιλίας ἐπιπολὺ καθυγραίνει, ἢν μὴ φῦσα καταῤῥαγῇ, ἢ οὔρου πλῆθος ἔλθῃ. 286. Ἐπὶ ὑποχονδρίῳ χρονίῳ καὶ κοιλίῃ δυσώδει, παρ᾿ οὖς ἀπόστημα κτείνει. 287. Τοῖσιν ἀπὸ ὑποχονδρίων ἀλγήμασι κοιλίη κατὰ μικρὸν ὑπόγλισχρα διαδιδοῦσα βραχέα κοπρώδεα, ἐκχλοιοῖ· ἆρα καὶ αἱμοῤῥαγεῖ; 288. Οἷσιν ἐξαίφνης ἀπυρέτοισιν ἐοῦσιν ὑποχονδρίου καὶ καρδίης πόνος, καὶ περὶ σκέλεα καὶ τὰ κάτω μέρεα, καὶ κοιλίη ἐπῆρται, λύει φλεβοτομίη καὶ κοιλίης ῥύσις· πυρέξαι βλαβερὸν τούτοισιν· μακροὶ γὰρ οἱ πυρετοὶ καὶ ἰσχυροὶ γίνονται, καὶ βῆχες καὶ πνεῦμα καὶ λυγμοὶ γίνονται· λύεσθαι δὲ μελλόντων τούτων, πόνος ἰσχυρὸς ἰσχίων ἢ σκελέων, ἢ πύου πτύσις, ἢ ὀφθαλμῶν στέρησις ἐπιγίνεται. 289. Οἷσι πόνοι ὑποχονδρίων, καρδίης, ἥπατος, τῶν περὶ ὀμφαλὸν μερῶν, αἵματος διαχωρήσαντος, σώζονται, μὴ διαχωρήσαντος δὲ, θνήσκουσιν. 290. Οἷσιν ὑποχόνδρια [μὴ] λαπαρὰ, πρόσωπον ἐῤῥωμένον, οὐ λύεται χωρὶς αἵματος ῥύσιος ἐκ ῥινῶν πολλοῦ, ἢ σπασμοῦ, ἢ ὀδύνης ἰσχίων. 291. Αἱ πρὸς ὑποχόνδρια ἐν πυρετῷ ὀδύναι ἀναύδῳ, ἀνιδρωτὶ λυόμεναι, κακόν· τούτοισιν ἐς ἰσχία ἀλγήματα. 292. Οἱ κατὰ κοιλίην ἐν πυρετῷ παλμοὶ ἐκστάσιας ποιέουσιν· αἱμοῤῥοίη δὲ φρικώδης. 293. Αἱ ἐς ὑποχόνδρια ἐν πυρετῷ ὀδύναι ἀναΐσσουσαι, ἀνιδρωτὶ λυόμεναι, κακοήθεες, τούτοισιν ἐς ἰσχία ἀλγήματα, ἅμα πυρετῷ καυσώδει, κοιλίη καταῤῥαγεῖσα, ὀλέθριον. 294. Οἱ περὶ ὀμφαλὸν πόνοι παλμώδεες ἔχουσι μέν τι καὶ γνώμης παράφορον· περὶ κρίσιν δ᾿ οὖν τούτοισι φλέγμα ἅλες συχνὸν σὺν πόνῳ διέρχεται. 295. Μετὰ κοιλίης ἐπίστασιν ὑποχόνδρια μετέωρα, κακόν· μάλιστα δὲ τοῖσι φθινώδεσι τῶν μακρῶν, καὶ οἷσι κοιλίαι ὑγραίνονται. 296. Τοῖσιν ἀλυσμώδεσιν ἐν ὑποχονδρίῳ τὰ παρ᾿ οὖς ἐπαρθέντα κτείνει. 297. Τὰ κατὰ κοιλίην σκληρύσματα μετὰ πόνου, πυρετοῖσι φρικώδεσιν, ἀποσίτοισι, σμικρὰ ἐφυγραινομένης, κάθαρσιν οὐ διδόντα, ἐς ἐμπύησιν ἥξει.