Ancient Greek · ~6 min
Chapter 14
Hippocrates, Coa praesagia 14
Not analysed yet
XIV. 256. Τράχηλος σκληρὸς καὶ ἐπώδυνος, καὶ γενύων σύνδεσις, καὶ φλεβῶν σφαγιτίδων παλμὸς ἰσχυρὸς, καὶ τενόντων ξύντασις, ὀλέθριον. 257. Τὰ ἐν φάρυγγι ἰσχνῇ ἀλγήματα πνιγώδεα, ἀπὸ κεφαλῆς ἀλγηδόνος ὁρμώμενα, σπασμώδεα. 258. Αἱ τραχήλου καὶ μεταφρένου ψύξιες, δοκέουσαι καὶ ὅλου δὲ τοῦ σώματος, σπασμώδεες· ἐν τουτέοισι κριμνώδεες οὐρήσιες. 259. Οἷσι κατὰ φάρυγγα ἐρεθισμοὶ, ἐπιεικέως τὰ παρ᾿ οὖς ἐπάρματα. 260. Φάρυγξ ἐπώδυνος, ἰσχνὴ, μετὰ δυσφορίης, ὀλέθριον ὀξέως. 261. Οἷσι πνεῦμα ἀνέλκεται, καὶ φωνὴ πνιγμώδης, σπόνδυλός τε ἐγκάθηται, τουτέοισιν ἐπὶ τῇσι τελευτῇσιν οἷον συσπῶντός τινος τὸ πνεῦμα γίνεται. 262. Φάρυγξ τρηχυνθεῖσα ἐπ᾿ ὀλίγον, καὶ κοιλίη κενεῇσιν ἀναστάσεσι, μετώπου ἀλγήματα, ψηλαφώδεες, ὀδυνώδεες· τὰ ἐκ τουτέων αὐξανόμενα, δύσκολα. 263. Τὰ κατὰ φάρυγγα ἰσχυρὰ ἀλγήματα παρ᾿ οὖς ἔπαρμα καὶ σπασμοὺς ἐργάζεται. 264. Καὶ τραχήλου καὶ νώτου ἀλγήματα, μετὰ πυρετοῦ ὀξέος, σπασμῷ, ὀλέθριον. 265. Τραχήλου καὶ πήχεων ἀλγήματα, σπασμώδεα· ἀπὸ προσώπου δὲ ταῦτα, καὶ κατὰ φάρυγγα· ὠχροὶ, ἰσχνοὶ, πτυαλίζοντες, ἐν τουτέοισιν, ἐν ὕπνοισιν ἱδρῶτες ἀγαθοί· ἦρά γε καὶ τῷ ἱδρῶτι κουφίζεσθαι, τοῖσι πλείστοισιν οὐ πονηρόν; οἱ ἐς τὰ κάτω πόνοι τουτέοισιν, εὔφοροι. 266. Ἐν ἀλγήματι νώτου καὶ στήθεος αἱματώδης οὔρησις ἐπιστᾶσα, ὀλέθριος ἐπιπόνως. 267. Τραχήλου πόνος, κακὸν μὲν ἐν πυρετῷ παντὶ, κάκιστον δὲ ἐν οἷσι καὶ ἐκμανῆναι ἐλπίς. 268. Ἐπὶ στήθεος ἀλγήματι πυρετώδει κοιλίη ταραχώδης, ναρκώδης, σημεῖον μελαινῶν ὑποχωρησίων. 269. Τὰ ἐν ὀξέσι κατὰ φάρυγγα μικρὰ ὀδυνώδεα, ὅτε χάνοι, μὴ ῥηϊδίως συνάγοντι, ἰσχνῷ, παρακρουστικά· ἐκ τουτέων φρενιτικοὶ, ὀλέθριον. 270. Φάρυγξ ἑλκουμένη ἐν πυρετῷ μετ᾿ ἄλλου σημείου τῶν δυσκόλων, κινδυνῶδες. 271. Ἐν πυρετοῖσιν ἐξαπίνης πνίγεσθαι, καὶ καταπίνειν μὴ δύνασθαι, χωρὶς οἰδήματος, κακόν. 172. Τράχηλον ἐπιστραφῆναι μὴ δύνασθαι, μηδὲ καταπίνειν, θανάσιμον ὡς τὰ πολλά.