Ancient Greek
Chapter 16
Hippocrates, Coa praesagia 16
Not analysed yet
XVI. 298. Ὑπὲρ ὀμφαλὸν πόνος, καὶ ὀσφύος ἄλγημα, φαρμακείη μὴ λυόμενα, ἐς ὑδρωπιῶδες ξηρὸν ἀποτελευτᾷ. 299. Τὰ ἐξ ὀσφύος ἀλγήματα, χρονιώτερα, πυρετῷ παροξυνόμενα τριταιογενῶς, ποιέει τὰ θρομβώδεα αἵματα διαχωρέειν. 300. Τὰ ἐν ὀσφύϊ ἀλγήματα, αἱμοῤῥοϊκά. 301. Αἱ ἐξ ὀσφύος ἀλγήματος αἱμόῤῥοιαι, λαῦραι. 302. Οἷσιν ἐξ ὀσφύος ἀλγήματος ἀναδρομὴ ἐς κεφαλὴν, καὶ χεῖρες ναρκώδεες, καὶ καρδιαλγικὰ, καὶ ἠχώδεα, αἱμοῤῥαγικὰ λάβρως, καὶ κοιλίαι καταῤῥήγνυνται τούτοισι, καὶ γνῶμαι ταραχώδεες ἐπιπολύ. 303. Αἱ ἐκ νώτου ἀλγήματος ἀῤῥωστίης ἀρχαὶ, δύσκολοι. 304. Ἐν ὀσφύος ἀλγήματι συντόνῳ καὶ ὑποφορῇ πλέονι, ἀπ᾿ ἐλλεβόρου ἐμέσαι ἀφρώδεα συχνὰ, ὠφελεῖ. 305. Ῥάχιος διαστροφὴν καὶ δύσπνοιαν αἵματος ῥύσις λύει. 306. Ἐν ὀσφύϊ ἐπωδύνῳ καρδιαλγικὰ προσελθόντα, σημεῖα αἱμοῤῥοώδεα, ἢ καὶ προγεγενημένα. 307. Τὰ ἐξ ὀσφύος ἐς τράχηλον καὶ κεφαλὴν ἀναδιδόντα, παραλύοντα παραπληκτικὸν τρόπον, σπασμώδεα, παρακρουστικά· ἆρα καὶ λύεται τὰ τοιαῦτα σπασμοῖσιν; ἢ τῶν τοιούτων κοιλίαι νοσέουσι, διὰ τῶν αὐτῶν ἰόντων; 308. Ἐξ ὀσφύος ἀναδρομὴ πόνου, ὀφθαλμῶν ἴλλωσις, κακόν. 309. Πόνος ἐς στῆθος ἱδρυνθεὶς νωθρότητι, κακόν· ἐπὶ πυρετῷ οὗτοι ὀξέως ἀπόλλυνται. 310. Ἐξ ὀσφύος ἀλγήματος ἀναδρομαὶ ἐς καρδίην, πυρετώδεες, φρικώδεες, ἀνεμέοντες λεπτὰ, ὑδατώδεα, παρενεχθέντες ἄφωνοι, ἐμέσαντες μέλανα, τελευτῶσιν. 311. Τὰ κατ᾿ ὀσφὺν καὶ τὸ λεπτὸν χρόνια ἀλγήματα, καὶ πρὸς ὑποχόνδρια πόνοι, ἀπόσιτοι, ἅμα πυρετῷ, τούτοισιν ἐς κεφαλὴν ἄλγημα σύντονον ἐλθὸν κτείνει ὀξέως τρόπον σπασμώδεα. 312. Οἷσιν ὀσφύος ἄλγημα, οὗτοι κακοί· ἆρα τούτοισι τρομώδεα γίνεται, καὶ φωνὴ δ᾿ ὡς ἐν ῥίγει; 313. Ἆρα τοῖς ὐσφυαλγέσιν, ἀσώδεσιν, ἀνημέτοισιν, ὀλίγα θρασέως παρακρούσασιν, ἐλπὶς μέλανα διελθεῖν; 314. Ὀσφύος πόνος, καρδιαλγικῷ, μετὰ ἀναχρέμψιος βιαίης, ἔχει τι σπασμῶδες. 315. Ὑπάφωνον ἅμα κρίσει ῥῖγος. 316. Ὀσφύος ἄλγημα, ἄνευ προφάσιος πυκνὰ ἐπιφοιτέον, κακοήθεος ἀῤῥωστίης σημεῖον. 317. Ὀσφύος ἄλγημα μετὰ καύματος ἀσώδεος, πονηρόν. 318. Ὀσφύος σύντασις ἐκ γυναικείων πλήθεος, ἐκπυητικόν· καὶ τὰ ποικίλως ἰόντα, γλίσχρα, δυσώδεα, πνιγώδεα, ἐπὶ τοῖσι προειρημένοισιν, ἐκπυητικόν· οἶμαι δὲ καὶ παρακρούειν τι τὰς τοιαύτας. 319. Οἷσιν ὀσφύος ἄλγημα καὶ πλευροῦ ἄνευ προφάσιος, ἰκτεριώδεες γίνονται.