Ancient Greek · ~7 min
Chapter 18
Hippocrates, Coa praesagia 18
Not analysed yet
XVIII. 341. Οἱ παλμώδεες δι᾿ ὅλου, ἆρα καὶ ἄφωνοι τελευτῶσιν; 342. Τὰ τρομώδεα, σπασμώδεα γενόμενα, ἐφιδροῦσι, φιλυπόστροφα· τούτοισι κρίσις ἐπιῤῥιγώσσιν· ἐπιῤῥιγέουσι δ᾿ οὗτοι ἐπὶ κοιλίην καύματι προκληθέντες· ὕπνος πουλὺς ἐν τούτοισι, σπασμῶδες, καὶ τὰ ἐς μέτωπον βάρεα, καὶ οὔρησις δυσκολαίνουσα. 343. Οἱ ἐν ὑστερικοῖσιν ἄπυροι σπασμοὶ, εὐχερεῖς. 344. Τὰ σπασμώδεα, ἀνιδρῶντι, πτύελα παραῤῤέοντα, πυρετώδει ἐόντι, εὐήθεα· τούτοισιν, ἐπεὶ κοιλίαι τι καθυγραίνονται, τάχα δέ τι καὶ ἐς ἄρθρα ἀποστήσονται. 345. Οἷσιν ἐν σπασμώδεσιν ὀφθαλμοὶ ἐκλάμπουσιν ἀτενέως, οὔτε παρ᾿ ἑωυτοῖσίν εἰσι, διανοσέουσί τε μακροτέρως. 346. Τὰ σπασμώδεα τρόπον παροξυνόμενα κατόχως, τὰ παρ᾿ οὖς ἐπαίρει. 347. Τρομώδεσιν, ἀσώδεσι, μικρὰ τὰ παρ᾿ οὖς ἐπάρματα σπασμὸν σημαίνει, κοιλίης πονηρευομένης. 348. Τὰ σπασμώδεα καὶ τετανώδεα πυρετὸς ἐπιγενόμενος λύει. 349. Σπασμὸς ἐπὶ τρώματι, θανάσιμον. 350. Σπασμὸς ἐπὶ πυρετῷ γενόμενος, ὀλέθριον, ἥκιστα δὲ παιδίοισιν. 351. Οἱ πρεσβύτεροι ἑπτὰ ἐτέων ἐν πυρετῷ οὐχ ἁλίσκονται ὑπὸ σπασμοῦ· εἰ δὲ μὴ, ὀλέθριον. 352. Σπασμοῦ λυτικὸν πυρετὸς ἐπιγενόμενος ὀξὺς, μὴ πρότερον γεγονώς· εἰ δὲ εἴη πρότερον γεγονὼς, παροξυνθείς· ὠφελέει δὲ καὶ οὔρου διέξοδος ὑαλοειδὴς πολλὴ, καὶ ῥύσις κοιλίης, καὶ ὕπνοι· τῶν δὲ ἐξαπίνης σπασμῶν λυτικὸν, πυρετὸς, κοιλίης ῥύσις. 353. Ἐν τοῖσι σπασμοῖσιν ἀναυδίη ἐπὶ πολὺ, κακόν· τὸ δὲ ἐπὶ μικρὸν, ἤτοι γλώσσης ἀποπληξίην, ἢ βραχίονος, καὶ τῶν ἐπὶ δεξιὰ σημαίνει· λύεται δὲ οὔροισιν ἐξαπίνης ἐλθοῦσι, πολλοῖσιν, ἀθρόοισιν. 354. Ἱδρῶτες δὲ, οἱ μὲν κατὰ μικρὸν, ὠφελέουσιν· οἱ δὲ ἀθρόοι, καὶ αἱ τῶν αἱμάτων ἀφαιρέσιες αἱ ἀθρόοι, βλάπτουσιν. 355. Ἐν τοῖσι τετάνοισι καὶ ὀπισθοτόνοισι γένυες λυόμεναι, θανάσιμον· θανάσιμον δὲ καὶ ἱδροῦν ἐν ὀπισθοτόνῳ καὶ τὸ σῶμα διαλύεσθαι, καὶ ἀνεμεῖν ὀπισθοτόνῳ διὰ ῥινῶν, ἢ ἐξ ἀρχῆς ἄφωνον ἐόντα βοᾷν ἢ φλυηρεῖν· ἐς γὰρ τὴν ὑστεραίην θάνατον σημαίνει. 356. Πυρετώδεα ὀπισθοτονώδεα γονοειδέες οὐρήσιες λύουσιν.