Ancient Greek · ~8 min
Chapter 17
Hippocrates, Coa praesagia 17
Not analysed yet
XVII. 320. Αἱ ἐν κρισίμοισιν ἐκ τῶν αἱμοῤῥαγιῶν περιψύξιες νεανικαὶ, κάκισται. 321. Τὸ ἀνάπαλιν αἱμοῤῥαγέειν, πονηρὸν, ἐπὶ σπληνὶ μεγάλῳ ἐκ τῶν δεξιῶν· καὶ κατὰ ὑποχόνδρια ὡσαύτως. 322. Τὰ αἱμοῤῥαγεῦντα, ἐπιῤῥιγοῦντα τρώματα, κακοήθεα· διαλεγόμενοι λαθραίως τελευτῶσιν. 323. Τὰ πεμπταῖα αἱμοῤῥαγοῦντα λάβρως, ἕκτῃ ἐπιῤῥιγώσαντα, ἑβδόμῃ περιψυχθέντα, ἀναθερμανθέντα ὀξέως, τούτοισι κοιλίαι πονηρεύονται. 324. Μεθ᾿ αἱμοῤῥαγίην μελάνων διαχώρησις, κακόν· πονηρὸν δὲ καὶ τὰ ἐξερυθρώδεα· τεταρταίοισιν αἱ τοιαῦται αἱμοῤῥαγίαι· κωματωδεες, ἐκ τοιούτων σπασθέντες θνήσκουσι, μελάνων προδιελθόντων, καὶ κοιλίης ἐπαρθείσης. 325. Μεθ᾿ αἱμοῤῥοίας καὶ μελάνων διαχωρήσιας ἐν ὀξεῖ κώφωσις, κακόν· αἵματος διαχώρησις τούτοισιν ὀλέθριον, κώφωσιν δὲ λύει. 326. Οἷσιν αἱμοῤῥαγίαι πλείους, προϊόντος χρόνου, κοιλίαι πονηρεύονται, ἢν μὴ οὖρον πέπον ἔλθῃ· ἆρά γε τὸ ὑδατῶδες οὖρον τοιοῦτόν τι σημαίνει; 327. Οἷσιν ἐπὶ αἱμοῤῥαγίῃ λάβρῳ πυκνῇ μετὰ μελάνων συχνὴ διαχώρησις, ἐπιστάσης δὲ αἱμοῤῥοεῖ, οὗτοι κοιλίας ὀδυνώδεες, ἅμα δέ τισι φύσῃσιν εὔφοροι· ἆρα οἱ τοιοῦτοι ἐφιδροῦσι πολλοῖσι ψυχροῖσιν; τὸ ἀνατεταραγμένον οὖρον ἐν τούτοισιν οὐ πονηρὸν, οὐδὲ τὸ ἐφιστάμενον γονοειδές· ἐπιπολὺ δὲ οὗτοι ὑδατώδεα οὐρέουσιν. 328. Οἷσιν ἐκ ῥινῶν ἐπὶ κωφώσει καὶ νωθρότητι μικρὰ ἀποστάζει, ἔχει τι δύσκολον· ἔμετος τούτοισι συμφέρει καὶ κοιλίης ταραχή. 329. Αἱ ἐν ἀρχῇσι μεγάλαι αἱμοῤῥαγίαι περὶ ἀνακομιδὴν κοιλίας καθυγραίνουσιν. 330. Τὰ ἐκ ῥινῶν λάβρα βίῃ ἀποληφθέντα, ἔστιν ὅτε σπασμὸν ἐπικαλεῖται, φλεβοτομίη λύει. 331. Αἱ ἑνδεκαταῖαι στάξιες, δύσκολοι, ἄλλως τε καὶ ἢν δὶς ἐπιστάξῃ. 322. Ἐπὶ αἵματος ῥύσει πολλῇ, ἢ λυγμὸς ἢ σπασμὸς, κακόν. 333. Τοῖσι νέοις ἐτῶν ἑπτὰ ἀδυναμίη μετὰ ἀχροίης, καὶ πνεῦμα ἁλιζόμενον ἐν τῇσιν ὁδοῖσι, καὶ γῆς ἐπιθυμίη, αἵματος φθορὴν καὶ ἔκλυσιν σημαίνει. 334. Ἐν τοῖσι μακροῖσι τὰ μικρὰ ἐπιφαινόμενα αἱμοῤῥοώδεα, ὀλέθρια. 335. Τὰ σκοτώδεα ἐξ ἀρχῆς αἱμοῤῥοίη ῥινὸς λύει. 336. Τὰ ἐκ ῥινῶν σμικροῖς ἱδρῶσι περιψυχόμενα, κακοήθεα. 337. Αἵματος ἀφαίρεσις ἐν καταψύξει νενωθρευμένῃ, κακόν. 338. Ὅσοι, κοιλίης ἐπιστάσης, αἱμοῤῥοέουσι, καὶ ἐπιῤῥιγοῦσιν ἅμα τῷ αἱμοῤῥοεῖν, τούτοισι κοιλίην λειεντεριώδεα ποιέει καὶ ἐπίσκληρον, καὶ ἀσκαρίδας, ἢ ἀμφότερα. 339. Τὰ τεταγμένοισι χρόνοισιν αἱμοῤῥοώδεα, διψώδεα, μὴ αἱμοῤῥαγήσαντα, ἐπιληπτικῶς θνήσκει. 340. Ἐξ αἱμοῤῥοΐδος ὅσον ἐπιφανείσης σκοτώδεα ἐλθόντα, παραπληγικὸν μικρὸν καὶ ἐπ᾿ ὀλίγον σημαίνει· λύει φλεβοτομίη· καὶ πᾶν τὸ οὕτως ἐπιφαινόμενον κακόν τι σημαίνει.