Ancient Greek
Chapter 26
Hippocrates, Coa praesagia 26
Not analysed yet
XXVI. 466. Νάρκαι καὶ ἀναισθησίαι γινόμεναι παρὰ τὸ ἔθος, ἀποπληκτικῶν συμβησομένων σημεῖον. 467. Ὅσοι ἐκ τρώματος ἀκρατέες γίνονται τοῦ σώματος, πυρετοῦ μὲν ἐπιγενομένου χωρὶς ῥίγεος, ὑγιάζονται· μὴ γενομένου δὲ, ἀποπληκτικοὶ γίνονται τὰ δεξιὰ ἢ τὰ ἀριστερά. 468. Ἀποπληκτικοῖσιν αἱμοῤῥοΐδες ἐπιγενόμεναι, χρήσιμον· ψύξιες δὲ καὶ ναρκώσιες, πονηρόν. 469. Ἐν τοῖσιν ἀποπληκτικοῖσιν ἐπὶ τῇ δυσφορίῃ τοῦ πνεύματος ἱδρὼς ἐπιγενόμενος, θανάσιμον· ἐν αὐτοῖσι δὲ πάλιν τούτοισιν ἢν πυρετὸς ἐπιγένηται, λύσις. 470. Τὰ ἐξαίφνης ἀποπληκτικὰ λελυμένως ἐπιπυρετήναντα, χρόνῳ ὀλέθρια. 471. Οἷσιν ἔκ τινος ἀῤῥωστίης ἐς ὕδερον περιίσταται, τούτοισι κοιλίαι ξηραὶ σκυραθώδεες ἔρχονται μετὰ περιτήξιος μυξώδεος καὶ οὔρου οὐ καλοῦ· διατάσιές τε περὶ ὑποχόνδρια, καὶ πόνοι καὶ ἐπάρματα περὶ κοιλίην, καὶ πόνοι περὶ κενεῶνας, καὶ περὶ τοὺς ῥαχιαίους μύας προσπίπτουσι, πυρετοί τε καὶ δίψαι καὶ βῆχες ξηραὶ παρακολουθοῦσι, καὶ δύσπνοια περὶ τὰς κινήσιας, καὶ σκελέων βαρύτης, σιτίων τε ἀφιστᾶσι, καὶ προσενεγκάμενοι μικρὰ πληροῦνται. 472. Τοὺς λευκοφλεγματοῦντας διάῤῥοια παύει· αἱ μετὰ σιγῆς ἀθυμίαι καὶ ἀπανθρωπίαι, ἐπιεικῶς αὐτῶν κατεργαστικαί. 473. Ὅσοι ἐκ φόβου μετὰ καταψύξιος ἐξίσταντα, πυρετοὶ μεθ᾿ ἱδρώτων, καὶ ὕπνοι οἱ πάννυχοι ταῦτα λύουσιν. 474. Ἐκ μανίης ἐς βράγχον μετὰ βηχὸς ἀπόστασις. 475. Ἐν τοῖσι μανιώδεσι σπασμὸς προσγινόμενος ἀμαύρωσιν ἴσχει. 476. Αἱ σιγῶσαι ἐκστάσιες, οὐχ ἡσυχάζουσαι, ὄμμασι περιβλέπουσαι, πνεῦμα ἔξω ἀναφέρουσαι, ὀλέθριαι· ποιοῦσαι δὲ παραπληκτικὰ χρόνια· ἀτὰρ καὶ ἐκμαίνονται οὗτοι· ὅσοι δὲ ἐπὶ ταραχῇ κοιλίης οὕτω παροξύνονται, περὶ κρίσιν μέλανα διέρχεται. 477. Οἷσιν ὑγιαίνουσι, χειμῶνος ἐόντος, περὶ τὴν ὀσφὺν ψυχρότης καὶ βάρος ἀπὸ βραχείης προφάσιος, καὶ κοιλίης ἐπίστασις, τῆς ἄνω καλῶς ὑπηρετούσης, ἰσχιὰς, ἢ νεφρῶν πόνος ἢ στραγγουρίης τάχα ἂν συμβαιη. 478. Οἷσι τὰ κάτω κακοῦται, κνησμῶν ἐγγενομένων ἔμπροσθεν ἰσχυρῶν, τούτοισιν ἀμμῶδες οὖρον γίνεται, καὶ ἐφίσταται· τοῖσι δὲ ὀλεθρίοισιν αὐτῶν ἡ διάνοια ἀποναρκοῦται. 479. Οἱ τὰ ἄρθρα φλυκταινούμενοι ἐξερύθροισιν ἐπιπολαίοις, ἐπιῤῥιγώσαντες, οὗτοι κοιλίας καὶ βουβῶνας διαφοινίσσονται, οἷα πληγῇσιν ἐπωδύνοισι, καὶ ἀποθνήσκουσιν 480. Τὰ ἰκτερώδεα, οὐ πάνυ τι ἐπαισθανόμενα, οἷσι λύγγες, κοιλίαι καταῤῥήγνυνται· ἴσως δὲ καὶ ἐπίστασις· οὗτοι ἐκχλοιοῦνται. 481. Τὰ κατὰ πλευρὸν ἀλγήματα ἐν πυρετοῖσιν ἰσχνῶς ἑστηκότα, ἄσημα, φλεβοτομίη βλάπτει, κἢν ἀπόσιτος ᾖ, κἢν ὑποχόνδριον μετέωρον· καὶ ἐν καταψύξει οὐκ ἀπύρους νενωθρευμένους αἵματος ἀφαίρεσις βλάπτει· καὶ δοκέοντες δὲ ἐπιεικέστερον ἔχειν, οὗτοι θνήσκουσιν.