Ancient Greek · ~3 min
Chapter 25
Hippocrates, Coa praesagia 25
Not analysed yet
XXV. 462. Κύστιες δὲ σκληραί τε καὶ ἐπώδυνοι, πάντως μὲν κακὸν, κάκιστον δὲ πυρετῷ συνεχεῖ· καὶ γὰρ οἱ ἀπ᾿ αὐτέων πόνοι, ἱκανοὶ ἀνελεῖν· καὶ κοιλίαι τουτέοισιν οὐ πάνυ διαχωρέουσιν· λύει δὲ τούτους οὖρον πυῶδες ἐλθὸν, λευκὴν καὶ λείην ἔχον ὑπόστασιν· μὴ λυομένων δὲ τούτων, μηδὲ τῆς κύστιος λαπασσομένης, ἐν τῇσι πρώτῃσι περιόδοισιν ἐλπὶς ἀπολέσθαι τὸν νοσέοντα· μάλιστα δὲ γίνεται τοῦτο τοῖσιν ἀπὸ ἑπτὰ ἐτέων μέχρι πεντεκαίδεκα. 463. Οἱ λιθιῶντες, σχηματισθέντες ὥστε τὸν λίθον μὴ προσπίπτειν πρὸς τὸν οὐρητῆρα, ῥηϊδίως οὐρέουσιν· οἷσι δὲ φῦμα περὶ τὴν κύστιν ἐστὶ τὸ παρέχον τὴν δυσουρίην, παντοίως σχηματισθέντες ὀχλέονται· λύσις δὲ τούτου γίνεται, πύου ῥαγέντος. 464. Οἷσι λανθάνει τὸ οὖρον προσπῖπτον, καὶ τὸ αἰδοῖον ἕλκονται, ἀνέλπιστοι. 465. Ἐπὶ στραγγουρίῃ εἰλεὸς ἐπιγενόμενος ἑβδομαίους ἀπόλλυσιν, ἢν μὴ, πυρετοῦ ἐπιγενομένου, ἀθρόον οὖρον ἔλθῃ.