Ancient Greek · ~3 min
Chapter 30
Hippocrates, Coa praesagia 30
Not analysed yet
XXX. 502. Τὰ δὲ πρὸ ἥβης οὐ γίνεται νοσήματα, περιπλευμονικὰ, πλευριτικὰ, ποδαγρικὰ, νεφρῖτις, κιρσὸς περὶ κνήμην, ῥοῦς αἱματηρὸς, καρκίνος μὴ σύμφυτος, λεύκη μὴ συγγενὴς, κατάῤῥους νωτιαῖος, αἱμοῤῥοῒς, μὴ σύμφυτος χορδαψός· τούτων τῶν νοσημάτων πρὸ ἥβης οὐ χρὴ προσδέχεσθαι γενησόμενον οὐδέν. Ἀπὸ τεσσαρεσκαίδεκα μέχρι δύο καὶ τεσσαράκοντα ἐτέων πάμφορος ἡ φύσις νοσημάτων ἤδη τοῦ σώματος γίνεται. Πάλιν δὲ ἀπὸ ταύτης τῆς ἡλικίης μέχρι ξγ ἐτέων οὐ γίνονται χοιράδες, οὐδὲ λίθος ἐν κύστει, ἢν μὴ τύχῃ πρότερον ὑπάρχων, οὐδὲ κατάῤῥους νωτιαῖος, οὐδὲ νεφρῖτις, ἢν μὴ παρακολουθῶσιν ἐξ ἄλλης ἡλικίης, οὐδὲ αἱμοῤῥοΐδες, οὐδὲ ῥοῦς αἱματηρὸς, ἢν μὴ πρότερον τύχῃ γεγενημένος· ταῦτα μέχρι γήρως ἀπέχεται νοσήματα.